Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1237
Not analysed yet
ἐφηδόμενόν με τῇ σῇ παρανομίᾳ μὴ ἐπάγειν τιμωρίαν· οὗ δὴ χάριν «ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου.» Ἐπειδὴ γὰρ τοῖς ἠπίοις τῆς μακροθυμίας οὐκ ἐθεραπεύθης φαρμάκοις, δριμύτερά σοι κατασκευάσω, καὶ τῶν ἐλέγχων τὸν καυτῆρα προσοίσω. Συνᾴδει δὲ ταῦτα ταῖς ἀποστολικαῖς ἐκείναις φωναῖς· «Ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει· κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Οὕτως ἀπειλήσας τὴν τιμωρίαν, πάλιν ὁ φιλάνθρωπος παραίνεσιν προσενήνοχεν. κβʹ. «Σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι τοῦ Θεοῦ· μήποτε ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος.» Ἐπιμελῶς, φησὶν, ἕκαστον τῶν εἰρημένων κατανοήσατε· καὶ οἱ τοῦ Θεοῦ τὴν λήθην νενοσηκότες, λήθη γὰρ Θεοῦ πρόξενος ἁμαρτίας, τοῖς τῆς μετανοίας φαρμάκοις τὰ τραύματα θεραπεύσατε, πρὶν ἁρπάσαι τὸν θάνατον· ὃς δίκην λέοντος ἔπεισι τοῖς ἀνθρώποις, οὐδενὸς ἐπισχεῖν αὐτοῦ δυναμένου τὴν σφοδροτάτην ὁρμήν. Εἶτα τὴν καινὴν νομοθεσίαν λαμβάνει, καὶ ταύτῃ τοῦ ψαλμοῦ τὸ τέλος διακοσμεῖ. κγʹ. «Θυσία αἰνέσεως δοξάσει με, καὶ ἐκεῖ ὁδὸς, ᾗ δείξω αὐτῷ τὸ σωτήριόν μου.» Τοῦτο δὲ ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσε· Θυσιάζων ὑπὲρ αἰνέσεως δοξάσει με, καὶ τῷ εὐτάκτως ὁδεύοντι δείξω σωτήριον Θεοῦ. Προσήκει γὰρ μὴ μόνον ὑμνεῖν τὸν Θεὸν, καὶ τῆς αἰνέσεως αὐτῷ τὰς θυσίας προσφέρειν ἀλλὰ καὶ εὐτάκτως ὁδεύειν, καὶ τὸν οἰκεῖον βίον διαρυθμίζειν. Οὕτω γὰρ δυνατὸν τῆς παρὰ τοῦ Θεοῦ σωτηρίας ἐπιτυχεῖν. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα, Τῇ θυσίᾳ, φησὶ, τῆς αἰνέσεως ἐφήδομαι· καὶ ταύτην ἡγοῦμαι δόξαν ἁρμόττουσαν· καὶ διὰ ταύτης τὴν ἐμὴν ὁδὸν ὑποδείξω τῷ ταύτην προσφέροντι, ἧς τέλος ἡ παρὰ τοῦ Θεοῦ σωτηρία. Ἐπισημήνασθαι δὲ προσήκει, ὡς κἀνταῦθα δύο προσώπων ἐποιήσατο μνήμην. «Θυσία γὰρ, φησὶ, δοξάσει με.» Καὶ διὰ τούτων τὸ οἰκεῖον πρόσωπον δείξας, ἐπήγαγε· Καὶ ἐκεῖ ὁδὸς ἣν δείξω αὐτῷ τὸ σωτήριον τοῦ Θεοῦ. Ἔδει γὰρ τῇ καινῇ διαθήκῃ παιδευούσῃ τὰ τέλεια, καὶ τῆς θεογνωσίας τὴν τελείαν συνῆφθαι διδασκαλίαν. ΕΡΜΗΝ. ΤΟΥ Νʹ ΨΑΛΜΟΥ. αʹ, βʹ. «Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ. Ἐν τῷ