Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1240
Not analysed yet
εἰσελθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεὲ τὴν τοῦ Οὐρίου. Σαφῶς μὲν ἡμᾶς ἐδίδαξεν ἡ ἐπιγραφὴ τοῦ ψαλμοῦ τὴν ὑπόθεσιν· καὶ αὐτὰ δὲ τοῦ ψαλμοῦ τὰ ῥήματα ἱκανὰ διδάξαι τῆς διανοίας τὸ βάθος. Εἰδέναι μέντοι προσήκει, ὡς καὶ μελλόντων ἔχει προαγόρευσιν ὁ ψαλμός. Διὸ καὶ εἰς τὸ τέλος ἐπιγέγραπται, τοῦ λόγου δηλοῦντος, ὡς ἕξει τέλος ἡ προφητεία. Ἀλλὰ μηδεὶς ἀμφιβαλλέτω, εἰ κατὰ τὸν τῆς μετανοίας καιρὸν προφητικῆς ἠξίωτο χάριτος ὁ μέγας Δαβίδ· τοῦτο γὰρ καὶ διὰ τῶν ἄλλων ψαλμῶν, δι' ὧν τὴν ἐξομολόγησιν ἐποιήσατο, καταμαθεῖν δυνατόν. Καὶ γὰρ ἐν τῷ ἕκτῳ ψαλμῷ περὶ τῆς μελλούσης προηγόρευσε κρίσεως. «Οὐκ ἔστι γὰρ, φησὶν, ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ὁμολογήσεταί σοι;» Καὶ ἐν τῷ τριακοστῷ πρώτῳ ψαλμῷ μακαρίζει τοὺς δίχα πόνων εἰληφότας τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, ὅπερ μόνη δωρεῖσθαι πέφυκεν ἡ τοῦ βαπτίσματος χάρις. Καὶ μέντοι καὶ ἐν τῷ προκειμένῳ ψαλμῷ διαῤῥήδην ἡμᾶς ἐδίδαξεν, ὡς οὐκ ἐστέρητο τῆς τοῦ Πνεύματος χάριτος. «Τὸ Πνεῦμά σου γὰρ, φησὶν, τὸ ἀγαθὸν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.» Οὐ γὰρ ᾔτησεν αὐτῷ παρασχεθῆναι τὴν χάριν τοῦ Πνεύματος, ἀλλὰ μὴ ληφθῆναι παρ' αὐτοῦ ταύτην ἱκέτευσεν. Ὑπὸ ταύτης τοίνυν φωτιζόμενος τῆς ἀκτῖνος, καὶ προφητικοῖς προορῶν ὀφθαλμοῖς, ὡς καὶ ὁ λαὸς ὁ ὑπ' αὐτοῦ βασιλευόμενος περιπεσεῖται παρανομίαις, καὶ τίνων ὑπὲρ τούτων εὐθύνας ἐξανδραποδισθήσεται, καὶ μέτοικος ἐν Βαβυλῶνι γενήσεται, συνέγραψε τὸν παρόντα ψαλμὸν, καὶ τὰ οἰκεῖα τραύματα θεραπεύων, καὶ τῷ λαῷ κατασκευάζων κατάλληλον φάρμακον, καὶ μὲν δὴ καὶ πᾶσιν ἡμῖν, ὅσοι τραυματίαι γινόμενοι θεραπείας δεόμεθα. γʹ. «Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.» Καὶ τῷ θειοτάτῳ Δαβὶδ, καὶ τῷ δορυαλώτῳ λαῷ, καὶ τοῖς ἐν ἡμῖν διακειμένοις κακῶς, ἁρμόττει τὰ προκείμενα ῥητά. Τὰ γὰρ μεγάλα τῶν τραυμάτων ἰσομέτρων δεῖται φαρμάκων, καὶ ὁ χαλεπῇ νόσῳ περιπεσὼν, πλείονος χρῄζει κηδεμονίας, καὶ ὁ μεγάλα πλημμελήσας μεγάλης φιλανθρωπίας δεῖται. Οὗ δὴ χάριν καὶ ὁ μέγας ἱκετεύει Δαβὶδ ὅλον εἰς αὐτὸν ἐκχυθῆναι τὸν ἔλεον, πᾶσαν τῶν οἰκτιρμῶν τὴν πηγὴν κατακενῶσαι τῆς ἁμαρτίας τὸ ἕλκος. Οὔτε γὰρ ἄλλως οἷόν τε ἦν ἐξαλειφθῆναι τῆς ἁμαρτίας τὰ ἴχνη. Εἰκότως δὲ ἀνόμημα καλεῖ τὸ πλημμέλημα· διπλῆν γὰρ ἔχει τοῦ νόμου παράβασιν.