Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1241
Not analysed yet
δʹ. «Ἐπιπλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.» Ἤδη γὰρ, φησὶ, διὰ Νάθαν τοῦ προφήτου τὴν ἄφεσιν ἔδωκας· καὶ συμφορὰς δέ μοι παντοδαπὰς, οἷόν τινας καυτῆρας καὶ τομὰς, προσενήνοχας· ἀλλ' ἔτι δέομαι ῥυμμάτων, πολλὴν τῆς ἁμαρτίας εἰσδεξάμενος δυσοσμίαν. Καὶ αὖθίς με τοίνυν ἀπόνιψον, Δέσποτα, ἵνα πάντα τῆς ἁμαρτίας ἀποξύσῃς τὸν ῥύπον. [Κατὰ γὰρ τὸν προφήτην ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως.] εʹ. «Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός.» Οὐδὲ γὰρ μετὰ τὴν ἀπὸ σοῦ γενομένην ἄφεσιν, λήθην ἐδεξάμην τῆς ἁμαρτίας, ἀλλὰ διηνεκῶς ὁρῶ τῶν ἐμῶν κακῶν τὰς εἰκόνας, καὶ τὰς τολμηθείσας παρανομίας· καὶ νύκτωρ ὀνειροπολῶ, καὶ μεθ' ἡμέραν φαντάζομαι. Τοῦτο δὲ ποιεῖν τοὺς ἁμαρτάνοντας καὶ αὐτὸς ὁ Θεὸς διὰ Ἡσαΐου κελεύει. Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθῶ τῶν ἀδικιῶν σου. Σὺ δὲ μνήσθητι, καὶ κριθῶμεν· λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.» Τούτῳ καὶ αὐτὸς ὁ μακάριος Δαβὶδ σύμφωνα γέγραφεν ἐν τῷ τριακοστῷ πρώτῳ ψαλμῷ· Εἶπον, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφεῖλες τὴν ἀσέβειαν τῆς καρδίας μου.» ϛʹ. «Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα.» Πολλῶν, φησὶ, καὶ μεγάλων παρὰ σοῦ δωρεῶν ἀπολαύσας, τοῖς ἐναντίοις ἠμειψάμην τὰ δῶρα· τὰ ἀπειρημένα τῷ νόμῳ δρᾶσαι τολμήσας. Οὐ γὰρ τοῦτό φησιν, ὅτι Τὸν Οὐρίαν οὐκ ἠδίκησα· ἠδίκησε μὲν γὰρ κἀκεῖνον, καὶ τὴν ἐκείνου γυναῖκα· ἡ δὲ μεγίστη παρανομία εἰς αὐτὸν τετόλμηται τὸν Θεὸν, τὸν ἐκλεξάμενον, τὸν ἀντὶ προβατέως βασιλέα πεποιηκότα, καὶ κρείττονα τῶν ἐχθρῶν ἀποφήναντα, καὶ παντοδαποῖς ἀγαθοῖς ἐπικλύσαντα. Καλῶς δὲ προστέθεικε· «Καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα.» Τούτου γὰρ ἡ ἱστορία μέμνηται. Ὤφθη γὰρ, φησὶ, τὸ γεγονὸς πονηρὸν ἐνώπιον Κυρίου. Ἐκ μέντοι τοῦ δορυαλώτου λαοῦ τοῦτο λεγόμενον, οὕτω νοητέον· «Σοὶ μόνῳ ἥμαρτον,» Περὶ τὰς σὰς, φησὶ, δωρεὰς ἐγενόμην ἀχάριστος, καὶ τοὺς τεθέντας μοι παραβέβηκα νόμους· καὶ παντοδαπῶν ἀγαθῶν ἀπολαύσας, ἀγνώμων περὶ ταῦτα γεγένημαι· τοὺς δὲ Βαβυλωνίους οὐδὲ ἀδικήσας, μεγάλα παρ' ἐκείνων ἠδίκημαι. «Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.» Ἐμαυ-