Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1244
Not analysed yet
τῷ, φησὶ, πρόξενος ἐγενόμην κακῶν· τὸ δὲ σὸν δίκαιον διαλάμπει. Καὶ οὕτω κρίσεως γὰρ γινομένης, καὶ τῶν εἰς ἐμὲ παρὰ σοῦ γενομένων φερομένων εἰς μέσον, καὶ τῶν παρ' ἐμοῦ τετολμημένων παρεξεταζομένων ἐκείνοις, σὺ μὲν ἀποφανθήσῃ καὶ δίκαιος καὶ φιλάνθρωπος, ἐγὼ δὲ παράνομος ὀφθήσομαι καὶ ἀχάριστος. Τὸ τοίνυν ὅπως οὐκ ἔστιν ἐνταῦθα αἰτίας δηλωτικὸν (οὐ γὰρ διὰ τοῦτο ἥμαρτον, ἢ αὐτὸς ὁ Δαβὶδ ἢ ὁ λαὸς μετὰ ταῦτα, ἵνα ὁ Θεὸς δικαιωθῇ), ἀλλὰ τοὐναντίον, καὶ τῆς ἁμαρτίας ὑπὸ τούτων γινομένης, τοῦ Θεοῦ τὸ δίκαιον ἀναδείκνυται· πᾶσαν γὰρ καὶ τούτου, κἀκείνων, καὶ πάντων ἀνθρώπων πεποίηται πρόνοιαν. ζʹ. «Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.» Ἄνωθεν, φησὶ, καὶ ἐξ ἀρχῆς τῆς φύσεως ἡ ἁμαρτία κεκράτηκε· προὔλαβε γὰρ τῆς Εὔας τὴν σύλληψιν τῆς ἐντολῆς ἡ παράβασις. Μετὰ γὰρ τὴν παράβασιν, καὶ τὴν θείαν ἀπόφασιν, καὶ τοῦ παραδείσου τὴν στέρησιν, ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὑτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν. Τοῦτο τοίνυν εἰπεῖν βούλεται, ὅτι τῶν ἡμετέρων προγόνων κρατήσασα ἡ ἁμαρτία, ὁδόν τινα καὶ τρίβον διὰ τοῦ γένους εἰργάσατο. Τοῦτο καὶ ὁ μακάριος λέγει Παῦλος· «Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, ἐφ' ᾧ πάντες ἥμαρτον.» Τοῦτο καὶ ὁ τῶν ὅλων ἔφη Θεὸς πρὸς τὸν θαυμασιώτατον Νῶε, ὅτι «Ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος πάσας τὰς ἡμέρας.» Διδασκόμεθα δὲ διὰ τούτων ἁπάντων, οὐχ ὅτι φυσικὴ τῆς ἁμαρτίας ἡ ἐνέργεια (ἢ γὰρ ἂν ἦμεν ἐλεύθεροι τιμωρίας, εἴπερ τοῦθ' οὕτως εἶχεν), ἀλλ' ὅτι ῥέπει ἡ φύσις περὶ τὸ πταίειν, ὑπὸ τῶν παθημάτων ἐνοχλουμένη· νικᾷ δὲ ὅμως ἡ γνώμη, πόνοις συνεργοῖς κεχρημένη. Οὐ τοίνυν, ὥς τινες ὑπέλαβον, τοῦ γάμου κατηγορεῖ, καὶ τὴν γαμικὴν κοινωνίαν παρανομίαν καλεῖ, καθάπερ τινὲς ἀνοήτως ὑπέλαβον, οὕτω νενοηκότες τὸ, «Ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου·» ἀλλὰ τὴν ἄνωθεν ὑπὸ τῶν προγόνων ἀνθρώπων τολμηθεῖσαν παρανομίαν εἰς μέσον προφέρει, κἀκείνην λέγει γεγενῆσθαι τῶν ῥευμάτων τούτων πηγήν. Εἰ γὰρ ἐκεῖνοι, φησὶ, μὴ ἥμαρτον, οὐκ ἂν ἐδέξαντο τῆς ἁμαρτίας τὸν