Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1245
Not analysed yet
θάνατον ἐπιτίμιον· θνητοὶ δὲ μὴ ὄντες, κρείττους ἂν ἦσαν φθορᾶς· τῇ δὲ ἀφθαρσίᾳ πάντως ἂν καὶ ἡ ἀπάθεια συνῆν. Ἀπαθείας δὲ πολιτευομένης, χώραν οὐκ ἔσχεν ἡ ἁμαρτία. Ἐπειδὴ δὲ ἐξήμαρτον, φθορᾷ παρεδόθησαν· φθαρτοὶ δὲ γινόμενοι, τοιούτους γεγεννήκασι παῖδας· τοῖς δὲ τοιούτοις ἐπιθυμίαι καὶ φόβοι, ἡδοναὶ καὶ λύπαι, θυμὸς καὶ φθόνος παρέπεται. Πρὸς ταῦτα, καὶ τὰ ἐκ τούτων φυόμενα, ὁ λογισμὸς ἀγωνίζεται· καὶ νενικηκὼς μὲν ἀνακηρύττεται, καὶ τοῖς νικηφόροις ταινιοῦται στεφάνοις· ἡττηθεὶς δὲ, καὶ αἰσχύνην ὀφλισκάνει, καὶ δίκας εἰσπράττεται. Ἀντὶ μέντοι τοῦ ἐκίσσησεν, ὁ Σύμμαχος ἐκύησεν τέθεικεν. ηʹ. «Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας.» Οὕτω δέ φησι, Κρίνεις, καὶ τοὺς μὲν κολάζεις, τοὺς δὲ στεφανοῖς, ἐπειδὴ τὴν ἀλήθειαν στέργεις· τὴν δὲ ἀλήθειαν στέργων, καὶ τῆς φύσεως εἰδὼς τὴν ἀσθένειαν, μετάδος συγγνώμην τοῖς αἰτοῦσι τὰ φάρμακα. «Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.» Ἐγὼ μέντοι συγγνώμης οὐδεμιᾶς ἐμαυτὸν ἄξιον νομίζω, μετὰ τοσαύτας δωρεὰς γεγενημένος ἀχάριστος. Οὐ γὰρ μόνον με τοῖς βασιλικοῖς ἐνίδρυσας θώκοις, ἀλλὰ καὶ προφητικῆς ἠξίωσας χάριτος, καὶ τὰ μετὰ μακρὸν ἐσόμενα προδεδήλωκας χρόνον, καὶ τὰ τοῖς ἄλλοις ἄδηλα, ἐμοὶ δὲ δῆλα πεποίηκας, ὡς καὶ τοὺς ἄλλους διδάξαι τὴν τοῦ μονογενοῦς σου Υἱοῦ ἐνανθρώπησιν, καὶ τὸ σωτήριον πάθος, καὶ τὴν ἀνάστασιν, καὶ τῆς οἰκουμένης τὴν σωτηρίαν, καὶ τῶν ἁμαρτημάτων τὴν φιλότιμον ἄφεσιν, τὰ μεγαλοπρεπῆ καὶ θεῖα τοῦ ἁγίου βαπτίσματος δῶρα Ταῦτα πάντα παρὰ τοῦ παναγίου σου προδιδαχθεὶς Πνεύματος, ἱκετεύω μεταλαχεῖν ἐκείνης τῆς χάριτος, ἣν προθεσπίζων τοῖς ἄλλοις βοῶ· θʹ. «Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.» Μόνη γὰρ ἡ τοῦ βαπτίσματος δωρεὰ ταύτην ἐργάσασθαι τὴν κάθαρσιν δύναται· ταύτην δὲ τὴν κάθαρσιν καὶ διὰ Ἡσαΐου τοῦ προφήτου δώσειν ὑπέσχετο τῶν ὅλων ὁ Κύριος. Εἰρηκὼς γάρ· «Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν καρδιῶν ὑμῶν·» μετ' ὀλίγα ἔφη· «Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ.» Ταῦτα καὶ αὐτὸς ὁ μέγας Δαβὶδ ἐν τῷ ἑξηκοστῷ ἑβδόμῳ ψαλμῷ προαγορεύει. «Ἐν τῷ γὰρ, φησὶ, διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς, χιονωθήσονται ἐν Σελμών.» Τοῦτο τοίνυν κἀνταῦθά φησιν, ὅτι Τῆς