Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1248
Not analysed yet
δοθησομένης ἅπασιν ἀνθρώποις προσδέομαι χάριτος· ἐκείνη γὰρ ἀκριβῶς ἀποῤῥύψαί με δύναται μόνη, καὶ τῆς χιόνος μοι τὴν λευκότητα δοῦναι. Ὅτι δὲ τὸ ὕσσωπον οὐδεμίαν ἄφεσιν ἁμαρτημάτων εἰργάζετο, ῥᾴδιον ἐκ τῶν Μωσαϊκῶν συγγραμμάτων καταμαθεῖν. Τὸν γὰρ ἀνδροφόνον, καὶ τὸν ἀλλοτριόγαμον λῃστὴν, οὐ περιῤῥαντηρίοις ὁ νόμος ἐκάθαιρεν, ἀλλὰ τιμωρίαις ἐσχάταις ὑπέβαλλεν. Ἑτέρων τοίνυν ἐστὶ πραγμάτων τὸ ὕσσωπον αἴνιγμα. Ὑσσώπῳ γὰρ ἐν Αἰγύπτῳ τὸ αἷμα τοῦ προβάτου ταῖς φλιαῖς ἐπιῤῥάναντες, τοῦ ὀλοθρεύοντος τὰς χεῖρας διέφυγον. Τύπος δὲ ἦν ἐκεῖνα τῶν σωτηρίων παθημάτων· αἷμα γὰρ κἀνταῦθα, καὶ ξύλον σωτήριον, καὶ σωτηρία τοῖς μετὰ πίστεως προσιοῦσι χορηγουμένη. ιʹ. «Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.» Ταύτης μοι, φησὶ, τῆς εὐφροσύνης τὰ ὦτα ἔμπλησον, τὴν τελείαν κάθαρσιν ὑπισχνούμενος, ἵνα εἰς ἅπαντα ἡ θυμηδία διαδράμῃ τὰ τοῦ σώματος μόρια· καὶ τὰ νῦν τῇ κακουχίᾳ τεταπεινωμένα ὀστᾶ, ἀνθήσῃ πάλιν, καὶ ἀπολάβῃ τὴν οἰκείαν ἰσχύν. ιαʹ. «Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.» Μὴ ἴδῃς, φησὶ, τὰς ὑπ' ἐμοῦ τετολμημένας ἀνομίας, ἀλλ' ἐμὲ τὸν ταύτας ὀλοφυρόμενον. ιβʹ. «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.» Ἐπειδὴ τὸ γῆρας ἐδεξάμην τῆς ἁμαρτίας, τῇ σῇ με φιλανθρωπίᾳ νεούργησον. Ταῦτα καὶ δι' Ἰεζεκιὴλ τοῦ προφήτου τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις ὁ Δεσπότης ὑπέσχετο. «Δώσω γὰρ αὐτοῖς, φησὶ, καρδίαν καινὴν, καὶ πνεῦμα καινόν.» Πνεῦμα δὲ οὐ τὸ πανάγιον λέγει, ἀλλὰ τοῦ λογικοῦ τὴν ὁρμήν· τουτέστι, τῇ μακρᾷ ταύτῃ παιδεύσας παιδείᾳ καὶ διδάξας ὑμᾶς, οἵους ἡ ἁμαρτία φύει καρποὺς, τὴν ἀρετὴν αἱρεῖσθαι παρασκευάσω. Τοῦτο κἀνταῦθα ὁ μακάριος ᾔτησε Δαβὶδ, τήν τε βλαβεῖσαν αὐτοῦ νεουργηθῆναι καρδίαν, καὶ τὸ λογικὸν ῥωσθῆναι, ὥστε τὴν θείαν τρέχειν ὁδόν. ιγʹ. «Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.» Σαφῶς διὰ τούτων μεμαθήκαμεν τῶν λόγων, ὡς οὐκ ἐγυμνώθη τῆς τοῦ παναγίου Πνεύματος χάριτος. Οὐ γὰρ ὡς γυμνωθεὶς ἀπολαβεῖν ἱκετεύει, ἀλλὰ μὴ στερηθῆναι ταύτης ἀντιβολεῖ, μηδὲ πόῤῥω γενέσθαι τῆς θείας κηδεμονίας. Πρόσωπον γὰρ ἐνταῦθα τὴν κηδεμονίαν ἐκάλεσεν.