Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1249
Not analysed yet
ιδʹ. «Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με.» Ὃ μὴ ἀπώλεσεν, ἔχειν ἠντιβόλησε, τουτέστι, τὴν χάριν τοῦ Πνεύματος. Ὃ δὲ ἀποβέβληκεν, ἀπολαβεῖν ἱκετεύει· τοῦτο δὲ ἦν ἡ ἐν Θεῷ εὐφροσύνη. Πάσης, φησὶ, θυμηδίας ἀπήλαυον, ἡνίκα πολλὴν εἶχον πρὸς σὲ, Δέσποτα, παῤῥησίαν· νῦν δὲ ταύτης γεγυμνωμένος, καὶ τῆς εὐθυμίας ἐστέρημαι. Ἐγύμνωσε δέ με τῆς παῤῥησίας ἡ δουλεία τῆς ἡδονῆς. Διὸ ἱκετεύω τὴν προτέραν ἡγεμονίαν ἀπολαβεῖν μου τὸν νοῦν, καὶ τὸν ὑπὸ τῶν παθῶν δουλωθέντα, τὴν κατὰ τούτων αὖθις ἀπολαβεῖν ἐξουσίαν. Πάλιν γὰρ ἐνταῦθα πνεῦμα ἡγεμονικὸν τὸν αὐτοκράτορα λογισμὸν ἐκάλεσε. ιεʹ. «Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.» Τῆς σῆς πάλιν ἀπολαύων φιλανθρωπίας ἀρχέτυπον ἔσομαι μετανοίας τοῖς τὸν παράνομον βίον ἀσπαζομένοις· ἔσομαι δὲ καὶ κήρυξ τῆς σῆς ἀγαθότητος, καὶ προτρέψω δυσσεβεῖς ἀνθρώπους, καὶ παρανόμους, τῇ σῇ προσδραμεῖν ἱκετείᾳ. ιϛʹ. «Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς τῆς σωτηρίας μου.» Συνεχῶς ἐν τῇ μνήμῃ περιστρέφει τὸν τοῦ Οὐρίου φόνον. Τοῦτο κἀν τῷ προοιμίῳ δεδήλωκεν, «ὅτι ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.» —»Ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.» Τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσε· Διαλαλήσει ἡ γλῶσσά μου τὴν ἐλεημοσύνην σου. Οὐ γὰρ σιγήσω τῆς ἀφέσεως ἀπολαύσας, ἀλλ' ὑμνῶν σε διατελέσω, καὶ τὰς σὰς διηγούμενος χάριτας. ιζʹ. «Τὰ χείλη μου ἀνοίξεις, Κύριε, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.» Ἡ γὰρ ἁμαρτία πέφυκε τὴν γλῶσσαν δεσμεῖν, ἐμφράττειν τὸ στόμα, ἄγχειν, σιωπᾷν ἀναγκάζειν. Ἀντιβολεῖ τοίνυν ὁ προφήτης, διὰ τῆς ἀφέσεως τῆς προτέρας παῤῥησίας μεταλαχεῖν, καὶ τὴν γλῶτταν εἰς ὑμνῳδίαν κινῆσαι. ιηʹ. «Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.» Συνᾴδει καὶ ταῦτα τοῖς ἐν τῷ προτεταγμένῳ εἰρημένοις ψαλμῷ. Ἀκηκόαμεν γὰρ ἐκεῖ τοῦ Θεοῦ τῶν ὅλων λέγοντος· «Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου τράγους.» Τοιγάρτοι τοῦτο παρὰ τῆς θείας ἀκούσας φωνῆς ὁ θειότατος Δαβὶδ, εἰκότως ἔφη· «Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.» Σὺ γὰρ, φησὶν, εἴρηκας μὴ θυμήρεις εἶναί σοι τὰς τῶν ἀλόγων θυσίας· οὗ δὴ χάριν τὴν ἀρέσκουσάν σοι ἱερουργίαν προσοίσω.