Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1252
Not analysed yet
ιθʹ. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.» Ἱερεῖον, φησὶν, ἀρεστὸν καὶ θυμῆρές σοι τῷ Θεῷ ἡμῶν μετριότης φρονήματος. Διὸ σφόδρα μου τὴν καρδίαν ταπεινώσας, καὶ οἱονεὶ συντρίψας, καὶ λίαν αὐτὴν λεπτύνας, τὴν ἀρεστήν σοι θυσίαν προσκομιῶ. Τούτοις καὶ οἱ μακάριοι παῖδες ἐν τῇ καμίνῳ τοῖς λόγοις ἐχρήσαντο· «Ἐν καρδίᾳ γὰρ, ἔλεγον, συντετριμμένῃ, καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν ἐνώπιόν σου, ὡς ἐν ὁλοκαυτώμασι κριῶν καὶ ταύρων πιόνων.» Ὡς εἶναι δῆλον κἀντεῦθεν, ὅτι καὶ πρόῤῥησιν ὁ ψαλμὸς ἔχει τῶν ἐν Βαβυλῶνι συμβεβηκότων, καὶ διδασκαλίαν τὴν ἐκείνοις ἁρμόττουσαν. Ἐντεῦθεν γὰρ καὶ οἱ γενναῖοι παῖδες ἐκεῖνοι τὴν ἀρεστὴν τῷ Θεῷ θυσίαν μεμαθηκότες, τὴν ταπεινότητα τοῦ φρονήματος, καὶ τῆς καρδίας τὴν συντριβὴν τῷ Δεσπότῃ προσήνεγκαν. κʹ, καʹ. «Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν, καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.» Σαφέστερον ἐκ τούτων ἐδιδάχθημεν τῶν ῥημάτων, ὅτι πλήρης ὁ ψαλμὸς προφητείας. Τοῖς ἐν Βαβυλῶνι γὰρ ἠναγκασμένοις οἰκεῖν, καὶ ποθοῦσι τὴν τῆς δουλείας ἀπαλλαγὴν, καὶ ὀλοφυρομένοις τὴν τῆς πόλεως ἐρημίαν, ἁρμόττει τὰ ῥήματα. Ἱκετεύουσι γὰρ οἴκτου τινὸς ἀξιωθῆναι τὴν πόλιν, καὶ τὴν προτέραν εὐκληρίαν ἀπολαβεῖν, τῶν περιβόλων ἀνορθουμένων, καὶ τῆς κατὰ νόμον τελουμένης λατρείας. Νῦν μὲν γὰρ, φησὶ, τὴν ἀλλοτρίαν οἰκοῦντας τὰς ὡρισμένας σοι θυσίας προσφέρειν οὐκ ἔνεστιν, ἐν ἐκείνῃ μόνῃ τῇ πόλει θύειν τοῦ νόμου διαγορεύοντος. Εἰ δὲ τῆς ἐπανόδου τύχοιμεν, καὶ τὸν νεὼν ἀνορθώσαιμεν, τηνικαῦτά σοι τὰς ἐννόμους θυσίας προσοίσομεν. Ἁρμόττει δὲ λίαν αὐτοῖς, «Καὶ τὰ χείλη μου ἀνοίξεις, Κύριε, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.» Αὐτῶν γάρ ἐστι φωνή· «Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;» Ἔχει δὲ καὶ ἑτέραν προφητείαν τοῦ ψαλμοῦ τοῦδε τὸ τέλος. Ἐπειδὴ γὰρ τοῦ παναγίου Πνεύματος ἄνω τὰ δῶρα προτέθεικεν, εἶτα κατιὼν ἔδειξε τὸν τῶν ὅλων Θεὸν ταῖς κατὰ νόμον θυσίαις οὐκ ἀρεσκόμενον, ἱκετεύει τὴν νέαν ἀναφανῆναι Σιὼν, καὶ τὴν ἐπουράνιον Ἱερουσαλὴμ ἐπὶ γῆς πολισθῆναι, καὶ ὅτι τάχιστα παρασχεθῆναι τὴν καινὴν πολιτείαν, τὴν οὐκ ἄλογα προσφέρουσαν θύματα, ἀλλὰ τὴν τῆς δικαιοσύνης ἀναφορὰν καὶ θυσίαν, καὶ τὰ λογικὰ καὶ ζῶντα ὁλοκαυτώματα, περὶ ὧν μακάριος λέγει