Ancient Greek · ~6 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1253
Not analysed yet
Παῦλος, «Παρακαλῶ ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ τὴν λογικὴν λατρείαν ὑμῶν.» Εἰδὼς γὰρ ὁ θειότατος Δαβὶδ, ἅτε τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς τοῦ Θεοῦ σοφίας μεμαθηκὼς, ὡς ἡ καινὴ διαθήκη τελείαν ἔχει τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, ταχίστης καὶ τελείας τῶν ἁμαρτημάτων ἀπαλλαγῆς ἐφιέμενος, καὶ τῆς συντόμου καὶ φιλοτίμου καθάρσεως τυχεῖν καὶ αὐτὸς ὀρεγόμενος, ταῦτά φησι. ΕΡΜΗΝ. ΤΟΥ ΝΑʹ ΨΑΛΜΟΥ. αʹ, βʹ. «Εἰς τὸ τέλος. Συνέσεως τῷ Δαβίδ. Ἐν τῷ εἰσελθεῖν Δωὴκ τὸν Ἰδουμαῖον, καὶ ἀπαγγεῖλαι τῷ Σαοὺλ, καὶ εἰπεῖν αὐτῷ· Ἦλθε Δαβὶδ εἰς τὸν οἶκον Ἀβιμέλεχ.» Καὶ ἐντεῦθεν δῆλον, ὡς διώνυμος ὁ Ἀβιμέλεχ. Ὁ γὰρ Δοὴκ, ὡς ἡ πρώτη τῶν Βασιλειῶν ἱστορία διδάσκει, τὸν Ἀχιμέλεχ εἰσήγγειλε παρὰ τῷ Σαοὺλ, καὶ εἰς μιαιφονίαν τῶν ἱερέων ἐξέμῃνε. Τοῦτον δὲ καὶ ἐνταῦθα, καὶ ἐν τῷ τριακοστῷ τρίτῳ ψαλμῷ Ἀβιμέλεχ ὀνομάζει. Τὴν γεγενημένην κατὰ τῶν ἱερέων συκοφαντίαν μεμαθηκὼς ὁ θεῖος Δαβὶδ, τοῦτον συνέγραψε τὸν ψαλμὸν, εἰς ὑπομονὴν καὶ καρτερίαν τοὺς ἀδικουμένους ἀλείφων, καὶ τῆς θείας ψήφου διδάσκων τὸ δίκαιον. Διά τοι τοῦτο καὶ «Εἰς τὸ τέλος» ἐπέγραψε τὸν ψαλμὸν, «καὶ συνέσεως,» ἵνα συνέσει χρώμενοι, τῶν πραγμάτων τὸ τέλος προσμένωμεν. Ἔχει δὲ καὶ πρόῤῥησιν κατὰ ταὐτὸν τῆς Ῥαψάκου μανίας, ὃς ἐξ Ἑβραίων ὁρμώμενος, εἶτα γενόμενος δορυάλωτος, τῶν ἐξανδραποδισάντων Ἀσσυρίων μεμάθηκε τὴν ἀσέβειαν, καὶ βλασφήμοις ἐχρήσατο κατὰ τοῦ Θεοῦ λόγοις, καὶ ἀπατηλοῖς ἐπειράθη φενακίσαι ῥήμασι τῶν Ἰουδαίων τὸ πλῆθος.