Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1256
Not analysed yet
[Καὶ ἡ μὲν ἐπιγραφὴ τοῦ πρώτου μετὰ τὸν πεντηκοστὸν ψαλμὸν ταύτην ἡμῖν ὑπέθετο τὴν ὑφήγησιν. Αὐτὸς δὲ οὗτος ὁ Προφήτης σαφέστερον αὐτὸ ἔφησεν ἀπαρχόμενος ἐντεῦθεν οὕτως·] γʹ. «Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατὸς, ἀνομίαν ὅλην τὴν ἡμέραν;» Δυνατὸν μὲν καλεῖ τὸν Δωὴκ, ὡς τῷ Σαοὺλ προσοικειωμένον· τὸν δὲ Ῥαψάκην, ὡς τὸ στρατηγεῖν πεπιστευμένον. Εἰς ἐρώτησιν δὲ σχηματίζει τὸν λόγον, μὴ μέγα φρονεῖν ἐπὶ κακίᾳ παρεγγυῶν, μηδὲ πάντα καιρὸν ἀναλίσκειν εἰς πονηρίαν. Τὸ γὰρ ὅλην τὴν ἡμέραν, καθ' ἑκάστην ἡμέραν ὁ Σύμμαχος εἴρηκεν δʹ. «Ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου, ὡσεὶ ξυρὸν ἠκονημένον, ἐποίησας δόλον.» Ψευδέσι, φησὶ, λόγοις μολύνεις τὴν γλῶτταν· τὸ γὰρ ἐλογίσατο, ἀντὶ τοῦ ἐφθέγξατο τέθεικεν· καὶ ξυροῦ δίκην ἠκονημένου, προσφέρεις τὸν λόγον, τοῖς πειθομένοις ὄλεθρον μηχανώμενος. εʹ. «Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην, ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην.» Προείλου, φησὶ, τῶν κρειττόνων τὰ χείρω· καὶ τῶν ἀληθῶν τὰ ψευδῆ προτετίμηκας τῶν ῥημάτων· ὑπὲρ δὲ τὸ δίκαιον ἀσπάζῃ τὸ ἄδικον. ϛʹ. «Ἠγάπησας πάντα τὰ ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν.» Ῥήματα καταποντισμοῦ καὶ δολίαν γλῶσσαν κέκληκε τὴν ἄρδην ἀφανίσαι διὰ τοῦ ψεύδους δυναμένην, ἐκ μεταφορᾶς τῶν καταποντιζόντων, καὶ ὑποβρυχίους τοὺς ὑπ' αὐτῶν καταποντιζομένους τῷ βυθῷ τῶν ὑδάτων ποιούντων. Τοῦτο δὲ καὶ ὁ Δωὴκ ἔδρασεν. Ἄρδην γὰρ ἅπασαν τῶν ἱερέων τὴν πόλιν διέφθειρε τοῖς ψευδέσι κατὰ τοῦ Ἀβιμέλεχ χρησάμενος λόγοις. Τοῦτο ποιῆσαι καὶ ὁ Ῥαψάκης ἐπειράθη μὲν, οὐκ ἴσχυσε δέ· προσήνεγκε μὲν γὰρ τὰς ψευδεῖς ὑποσχέσεις τοῖς ἐπὶ τοῦ τείχους ἑστῶσι· διήμαρτε δὲ θήρας. ζʹ. «Διὰ τοῦτο ὁ Θεὸς καθέλοι σε εἰς τέλος· ἐκτίλαι σε, καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματός σου καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων.» Οὐ διαφεύξῃ, φησὶ, ταύτην προελόμενος τὴν πονηρίαν, τοῦ Θεοῦ τῶν ὅλων τὴν ψῆφον· καταλύσει γάρ σε τάχιστα, καὶ παντελεῖ παραδώσει φθορᾷ, καὶ χωρίσει τοῦ καταλόγου τῶν ζώντων, καὶ πρόῤῥιζον ἀνασπάσας παραπέμψει θανάτῳ. Μέγιστον γὰρ