Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1257
Not analysed yet
ἐντεῦθεν φυήσεται κέρδος τῶν ἀδημονούντων ἐπὶ τῇ τῶν πονηρῶν εὐπραξίᾳ, τὸν τούτων ὄλεθρον θεωμένων· καὶ γάρ φησιν· ηʹ. «Ὄψονται δίκαιοι, καὶ φοβηθήσονται· καὶ ἐπ' αὐτὸν γελάσονται, καὶ ἐροῦσιν,» [Ἐπὶ τίνα; Τὸν ἄδικον, τὸν οὐ μόνον κατὰ τῆς ἀληθείας αὐτῆς, ὡς ἐκεῖνος, ἀγωνιζόμενον, ἀλλὰ καὶ κατὰ τῆς ἱερωσύνης μεμηνότα· λέγοντες δηλονότι οἱ τῷ Θεῷ ἀνακείμενοι·] θʹ «Ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ· ἀλλ' ἐπήλπισεν ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὑτοῦ, καὶ ἐνεδυναμώθη ἐν τῇ ματαιότητι αὑτοῦ.» Ὁ τῶν δικαίων, φησὶ, χορὸς μείζονος εὐλαβείας ἐμφορηθήσεται, τὴν δικαίαν τοῦ Θεοῦ θεασάμενος κρίσιν, καὶ γεγηθὼς καὶ γαννύμενος γελάσει τῆς πονηρίας τὴν ἀκαρπίαν, καὶ τῆς παρούσης εὐημερίας τὸ κέρδος. ιʹ. «Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Ταῦτα γὰρ καὶ περὶ ἑαυτοῦ λέγει ὁ μέγας Δαβὶδ, καὶ τῷ Ἐζεκίᾳ προσφέρει διδασκαλίαν· ἄμφω γὰρ εὐσεβείας ἐρασταί τε καὶ τρόφιμοι. Καὶ ἐν τῷ πρώτῳ ψαλμῷ, δένδρῳ παρ' ὄχθην ὑδάτων πεφυτευμένῳ, καὶ τεθηλότι διηνεκῶς, καὶ τὸν καρπὸν ὥριμον φέροντι, τὸν τῆς ἀρετῆς ἀπείκασεν ἀθλητήν. Καὶ ἐνταῦθα ἐλαίαν πολλῷ βρίθουσαν καρπῷ, καὶ ἐν οἴκῳ θείῳ πεφυτευμένην, τὸν δίκαιον εἴρηκεν· ἅτε δὴ βεβαίαν τὴν ἐπὶ τὸν Θεὸν ἐλπίδα κεκτημένον, καὶ δι' ἐκείνην πονεῖν ἀνεχόμενον, καὶ τοὺς ἐπιπόνους τῆς ἀρετῆς φέρειν καρπούς. [Διὰ δὴ ταῦτα μηδεὶς ὀκλαζέτω περὶ τοὺς ἀγῶνας φθάσας, ἀλλ' ἐναθλείτω καὶ ἐγκαλλωπιζέσθω τούτοις· περιμένων οὐ μόνον τοὺς μέλλοντας αὐτῷ δίδοσθαι ὑπὲρ τῶν ἄθλων στεφάνους, ἀλλὰ καὶ τῶν ἐχθρῶν ἐνταῦθα θεάσασθαι ἅλωσιν.] ιαʹ. «Ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα, ὅτι ἐποίησας, καὶ ὑπομενῶ τὸ ὄνομά σου, ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου.» [Τὸ δὲ, «Ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα,» εἰς τὸν νῦν αἰῶνα. Τὸ δὲ ἐποίησας, τὴν ἐκδίκησιν τῶν εἰς σὲ πεποιθότων. Τὸ δὲ, «Ὑπομενῶ τὸ ὄνομά σου,» οὐ μόνον τοῖς ὑπὲρ σοῦ ἀγῶσι μετὰ πολλῆς τῆς προθυμίας ἐγκαρτερήσω· ἀλλ' ὅτι καὶ χρηστὸν, τουτέστι φιλάνθρωπον, καὶ ἄναρχον καὶ ἀτελεύτητον ἔχεις τὴν βασιλείαν. Τὸ δὲ «ἐναντίον τῶν ὁσίων σου,» ἀντὶ τοῦ, Πάρεστι βοήθειά σου καὶ φυλάξεις τοὺς ὑπὲρ τοῦ ὀνόματός σου ἀθλοῦντας.] Ταύτης δὲ τῆς εὐεργεσίας