Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1260
Not analysed yet
τετυχηκὼς, ἀεί σε ὑμνήσω, Δέσποτα, τὸ ἀξιέραστον ὄνομα τοῖς ἐπισταμένοις σε ποθῶν ἀεὶ, καὶ προσμένων, καὶ τὴν ἐντεῦθεν ὠφέλειαν καρπούμενος. Χρηστὸν γὰρ καὶ τριπόθητον τοῦ Θεοῦ τὸ ὄνομα, οὐ πᾶσιν ἀνθρώποις, ἀλλὰ τοῖς τῆς θεογνωσίας ἠξιωμένοις. ΕΡΜΗΝ. ΤΟΥ ΝΒʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, Ὑπὲρ Μαελὲθ, συνέσεως τῷ Δαβίδ.» Τὸ ὑπὲρ Μαελὲθ ὁ Θεοδοτίων ὑπὲρ τῆς χορείας ἡρμήνευσεν, ὁ δὲ Σύμμαχος, διὰ χοροῦ· ὁ δὲ Ἀκύλας, ἐπὶ χορείᾳ. Τὴν αὐτὴν μέντοι διάνοιαν ὁ ψαλμὸς οὗτος ἔχει τῷ προτεταγμένῳ· ὁμοίως δὲ καὶ ὁ ιγʹ. Καὶ γὰρ ἡ ὑπόθεσις ἀμφοτέρων μία. Τῆς γὰρ τοῦ Σενναχηρεὶμ καὶ τοῦ Ῥαψάκου βλασφημίας κατηγοροῦσιν ἀμφότεροι, προθεσπίζουσι δὲ καὶ τὸν γεγενημένον τῶν δυσσεβῶν ὄλεθρον. Οὗ δὴ χάριν, καὶ χορείας ἔσχηκεν ἐπιγραφὴν, ἣν ἐποιήσαντο πάντως οἱ τῆς σωτηρίας τετυχηκότες. καὶ τὸν Θεὸν ἀνυμνοῦντες. Καὶ εἰς τὸ τέλος δὲ πρόσκειται διὰ τὸ χρόνῳ ὕστερον εἰληφέναι τὴν προφητείαν τὸ τέλος. [Ταύτην ἔχει τὴν ἔννοιαν διὰ τῆς ἐπιγραφῆς καὶ ὁ παρὼν ψαλμός. Καὶ ἀκούσατε τί φησιν ὁ Προφήτης·] βʹ. «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὑτοῦ, Οὐκ ἔστι Θεός.» Οὐ γὰρ μόνον κατὰ τῶν καλουμένων θεῶν, ἀλλὰ καὶ κατὰ τοῦ ἀληθῶς ὄντος τὴν γλῶτταν ἐκίνησε λέγων, «Μὴ ἠδυνήθησαν οἱ θεοὶ τῶν ἐθνῶν ῥύσασθαι τὴν ἑαυτῶν χώραν ἐκ χειρός μου;» [ἐκεῖνοι μὲν δῆλον ὅτι οὐκ ἠδύναντο· πῶς γὰρ ἂν ἠδύναντο αὐτοὶ μηδὲν ὑπάρχοντες;] ὅτι ῥύσεται Κύριος τὴν Ἱερουσαλήμ; [Βλέπε, παράνομε, πρὸς πηλίκον ὕψος ἀνεσφαίρισας τὴν τοῦ λόγου σου γλῶτταν. Σκληρόν σοι πρὸς κέντρα λακτίζειν.] Ποῦ ὁ θεὸς Ἐμὰθ, καὶ ποῦ ὁ θεὸς Ἀρφάδ; καὶ ποῦ ὁ θεὸς τῆς πόλεως Σεφαρείμ; [Κἀκεῖνοι μὲν οἱ καλούμενοι παρὰ τῶν ἀφρόνων θεοὶ μικρὰν ὕστερον τῷ ἀλάστορι ἀπηνέγκαντο ψῆφον.] «Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις.» Αἴτιος, φησὶ, τῆς ἀσεβείας ὁ παράνομος βίος. Ἀδεῶς γὰρ πᾶν ὁτιοῦν δρῶντες, εἰς νοῦν λαβεῖν οὐκ ἐθέλουσι. τὸν ἐφορῶντα Θεὸν, ἀλλὰ πεπείκασι σφᾶς αὐτοὺς, μηδένα τοῖς τῆς κτίσεως οἴαξιν ἐφεστάναι. «Οὐκ ἔστι ποιῶν ἀγαθόν.» Ἅπαντες, φησὶ, τῶν Ἀσσυρίων τὴν πονηρίαν ἠγάπησαν, [Καὶ ὅσοι τὰ ἐκείνων θρησκεύουσιν, ἀφρονοῦσιν· ἐν οἷς ἂν ὦσι τόπων ἢ ἀξιώμασιν ἢ βαθμῶν· μὴ ἐπιλογιζόμενοι, ὅτι]