Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1261
Not analysed yet
γʹ. «Ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων· τοῦ ἰδεῖν, εἰ ἔστι συνιὼν, ἢ ἐκζητῶν τὸν Θεόν.» Ἀλλ' ὅμως ὁ ἀπιστούμενος παρ' αὐτῶν Θεὸς, ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν, ἐξέτασιν ἠβουλήθη τῶν δρωμένων ποιήσασθαι. δʹ. «Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν·» [πάντες οἱ τῆς ἴσης ἀντεχόμενοι γνώμης·] «οὐκ ἔστι ποιῶν ἀγαθὸν, οὐκ ἔστιν ἕως ἑνός.» Εὗρε, φησὶν, ἅπαντας τῆς εὐθείας ἐκτραπέντας πορείας, πᾶν δὲ κακίας εἶδος ἀσπασαμένους. εʹ. «Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.» [Τί γνώσονται; ὅτι Θεὸς ἐκδικήσει Κύριος· καὶ τίνες οὗτοι; Διὰ τῶν ἑξῆς ἔφησεν·] «Οἱ κατεσθίοντες τὸν λαόν μου ἐν βρώσει ἄρτου;» [οἱ ἄπιστοι δηλονότι· καὶ τὴν νόσον αὐτῶν σαφέστερον φανεροῖ, διὰ τοῦ εἰπεῖν·] ϛʹ. «Τὸν Θεὸν οὐκ ἐπεκαλέσαντο.» Ἀλλὰ μὴν διὰ τῆς πείρας μαθήσονται τῆς ἀδικίας τὸ ἐπιζήμιον, οἱ καθάπερ ἄρτον τινὰ τὸν ἐμὸν λαὸν ἀναλίσκειν πειρώμενοι, καὶ τοῦ κηδεμόνος καταφρονοῦντες Θεοῦ. «Ἐκεῖ φοβηθήσονται φόβον, οὗ οὐκ ἦν φόβος.» Πεφρικέναι γὰρ αὐτοὺς καὶ ἀδημονεῖν ποιήσω, τῶν δεδιττομένων οὐ φαινομένων, ἀλλ' ἀφανῶς ἐπιφερομένης τῆς τιμωρίας. Σημαίνει δὲ διὰ τούτων, τὴν διὰ τοῦ ἀγγέλου αὐτοῖς ἐπενεχθεῖσαν πληγήν. «Ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων· κατῃσχύνθησαν, ὅτι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς.» Ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος τὸ, Διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, οὕτως ἡρμήνευσαν· Ὁ γὰρ Θεὸς διεσκόρπισεν ὀστᾶ παρεμβαλόντων περὶ σέ. [Ἐπέστη γὰρ αὐτῶν ἡ θανατικὴ καὶ πανωλέθριος ψῆφος, καὶ ἅπαντας ἐν βραχείᾳ καιροῦ ῥοπῇ ἐξηφάνισεν· τοῦτο γάρ ἐστιν ὃ λέγει, Κατῃσχύνθησαν ὅτι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς.] Διὰ τοῦτο γὰρ, φησὶ, φοβηθήσονται φόβον οὗ οὐκ ἦν φόβος, ἐπειδὴ ὁ βλασφημηθεὶς ὑπὸ αὐτῶν Θεὸς ἀδίκως αὐτοὺς παρεμβεβληκότας παρὰ τὴν αὐτοῦ πόλιν ἰδὼν, ὀλέθρῳ παρέδωκεν, οἰωνοῖς τε καὶ θηρίοις αὐτοὺς προθήσας βορὰν, καὶ τὰ τούτων ὀστᾶ διεσκόρπισεν. Οὐκ ἂν δέ τις ἁμάρτοι καὶ τὸν Ῥαψάκην ἀνθρωπάρεσκον ὀνομάσας, ὃς ἐξ Ἑβραίων φὺς, βλασφήμους λόγους κατὰ τοῦ Θεοῦ τῶν ὅλων ἠκόν-