Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1264
Not analysed yet
τισε, ταύτῃ τοὺς Ἀσσυρίους θεραπεύειν οἰόμενος. [Ὡς καί τινες ἀφέντες τὸν Θεὸν ὑπ' αὐτοῦ ἐγκατελείφθησαν· οἱ κατὰ Ἰουλιανὸν, φημὶ, τὸν Παραβάτην τὸν τηνικαῦτα βασιλεύσαντα.] ζʹ. «Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ;» Ὁ ταύτην ἡμῖν, φησὶ, τὴν ἡδονὴν χαρισάμενος, οὗτος καὶ τοῖς ἤδη γεγενημένοις αἰχμαλώτοις παράσχοι τὴν σωτηρίαν. Ἤδη γὰρ ἐξηνδραποδίσθησαν καὶ μετῳκίσθησαν αἱ δέκα φυλαὶ, καὶ πρὸς ταύταις τῆς Ἰουδαίας πόλεις πολλαί. Διὸ καὶ ἐπήγαγεν, «Ἐν τῷ ἐπιστρέψαι τὸν Θεὸν τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὑτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ.» Τηνικαῦτα, φησὶ, θυμηδίαν τελείαν ληψόμεθα, ἡνίκα ἂν τῆς ἐπανόδου καὶ τοὺς ἄλλους αἰχμαλώτους ἀπολαύσαντας ἴδωμεν. Διδασκόμεθα τοιγαροῦν καὶ ἡμεῖς, κατὰ τὴν ἀποστολικὴν νομοθεσίαν, «Κλαίειν μετὰ κλαιόντων, καὶ χαίρειν μετὰ χαιρόντων,» τὸ αὐτὸ εἰς ἀλλήλους φρονεῖν, καὶ εὐθυμίαν οἰκείαν ἡγεῖσθαι τὴν τοῦ πέλας εὐημερίαν. ΕΡΜΗΝ. ΤΟΥ ΝΓʹ ΨΑΛΜΟΥ. αʹ, βʹ. «Εἰς τὸ τέλος, Ἐν ὕμνοις. Συνέσεως τῷ Δαβίδ. Ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους, καὶ εἰπεῖν τῷ Σαοὺλ, Οὐχὶ Δαβὶδ κέκρυπται παρ' ἡμῖν;» Δήλη τοῦ ψαλμοῦ ἡ ὑπόθεσις. Ὑμνεῖ γὰρ τὸν Θεὸν ὁ μέγας Δαβὶδ, ὡς ἐπαρκέσαντα, καὶ τὰς τῶν πολεμίων πάγας διαδρᾶναι παρασκευάσαντα. Οἱ γὰρ Ζιφαῖοι τὴν πρὸς τὸν Δαβὶδ ὑπεκρίνοντο φιλίαν, τῷ δὲ Σαοὺλ κατεμήνυον ἔνθα ἐπειρᾶτο λανθάνειν. [Ὡς καὶ μέχρι νῦν τινας ὁρῶμεν ἐπικάλυμμα μὲν φιλίας περικειμένους, ἔνδοθεν δὲ ὑποκρίσεως μᾶλλον ἢ φιλίας ἀναμέστους.] Καί ποτε τοῖς δεδηλωκόσι πιστεύσας, στρατεύει μὲν κατ' αὐτοῦ λογάσι πολλοῖς· εἶτα μέλλων αὐτὸν ἐξαπιναίως θηρεύειν, ὑπὸ τῆς τῶν ἀλλοφύλων προσβολῆς ἐκωλύθη. Μαθὼν γὰρ αὐτοὺς κατὰ τῆς χώρας στρατεύσαντας, ἀνέστρεψε τοῖς πολεμουμένοις ἀμῦναι σπουδάζων. Τότε τοῦτον τὸν ὕμνον προσενήνοχεν ὁ μέγας Δαβὶδ τῷ Θεῷ, ὡς δεξαμένῳ τὴν ἱκετείαν, καὶ τὴν προσδοκηθεῖσαν λύσαντι συμφοράν. [Καὶ μάλιστα προτιθεὶς αὐτοῖς τοῦτον τὸν ψαλμὸν κοινὴν διδασκαλίαν· ὥστε ἕκαστον τῶν πολεμουμένων παρὰ τὸ δίκαιον ὑπό τινων μετὰ πάσης κατανύξεως προσφέρειν