Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1265
Not analysed yet
ὁμοίως τῷ Δαβὶδ ἱκετείαν τῷ δυναμένῳ ὡς τὸν προφήτην ἐκ χειρὸς τῶν ἀδικούντων ῥύσασθαι τῷ Θεῷ.] γʹ. «Ὁ Θεὸς ἐν τῷ ὀνόματί σου σῶσόν με.» Ἀρκεῖ μοι, φησὶν, εἰς ἀσφάλειαν ἡ τοῦ σοῦ ὀνόματος κλῆσις. Οὕτω καὶ οἱ θεῖοι ἀπόστολοι τὰ μεγάλα εἰργάζοντο θαύματα. «Ἐν τῷ ὀνόματι γὰρ, φησὶν, Ἰησοῦ Χριστοῦ ἔγειραι, καὶ περιπάτει.» —«Καὶ ἐν τῇ δυνάμει σοῦ κρῖνόν μοι.» Δίκαιος, φησὶ, καὶ δικαιοσύνης ὑπάρχεις πηγή· κρῖνόν μοι τοίνυν καὶ τοῖς πολεμοῦσιν ἀδίκως. δʹ. «Ὁ Θεὸς, εἰσάκουσον τῆς προσευχῆς μου, [καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ] ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.» Δέξαι μου τὰς ἱκετείας σὺν εὐμενείᾳ [πολλῇ· τίνος ἕνεκεν εἶπεν·] εʹ. «Ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ' ἐμέ· καὶ [οὐ τοῦτο μόνον, ἀλλὰ καὶ] κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου.» Δέομαι, φησὶ τῆς σῆς ἐπικουρίας, ὦ Δέσποτα, [καὶ ἀντιβολῆς] ὑπὸ δυσμενῶν ἐλαυνόμενος, πλείστῃ δυνάμει· [ἀλλ' ὅμως ἀνθρωπείᾳ καὶ ταύτῃ πολυθεΐᾳ κεκρατημένῃ] τεθαῤῥηκότων, καὶ θανάτῳ με παραδοῦναι ποθούντων. Ταῦτα δὲ κατ' ἐμοῦ τολμῶσιν, ἐπειδὴ τὴν σὴν πρόνοιαν ἀγνοοῦσι, [μᾶλλον καὶ αὐτῆς καταφρονοῦσι.] Τοῦτο γὰρ ἐπήγαγεν εἰπών· «Καὶ οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν.» Ταῦτα δὲ οὕτως ἱκετεύσας, τῆς οὐκ εἰς μακρὰν ἐσομένης ἐπικουρίας τὴν πρόγνωσιν ἐκβοᾷ. ϛʹ, ζʹ. «Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, καὶ ὁ Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου. Ἀποστρέψῃ τὰ κακὰ τοῖς ἐχθροῖς μου.» [Ἀντὶ τοῦ, λάκκον ὤρυξαν καὶ ἀνέσκαψαν αὐτὸν, καὶ ἐμπεσοῦνται εἰς βόθρον ὃν εἰργάσαντο. Καὶ λοιπὸν καὶ τὸ πανάγιον τοῦ Θεοῦ Πνεῦμα ἐπεύχεται, ἐν τῷ εἰπεῖν,] «Καὶ ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς.» ηʹ. «Ἑκουσίως θύσω σοι.» Ἐγὼ δὲ, φησὶν, ὑπὸ τῆς σῆς δεδίδαγμαι χάριτος, ὡς ἐμὲ μὲν ἀξιώσεις προνοίας, τοῖς δὲ κατ' ἐμοῦ τυρευθεῖσι κακοῖς τοὺς ταῦτα τεκταινομένους περιβαλεῖς, καὶ δικαίαν κατ' αὐτῶν ἐξοίσεις τὴν ψῆφον. Τοῦτο γὰρ σημαίνει τὸ, «Ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτοὺς, ἑκουσίως θύσω σοι.» Ἐγὼ δὲ τούτων ἀπολαύσας, σὺν πάσῃ προθυμίᾳ τὰς θυμήρεις σοι προσοίσω θυσίας. Καὶ διδάσκων τῆς ἱερουργίας τὸ εἶδος, ἐπήγαγεν·