Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1268
Not analysed yet
«Ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν. [θʹ.] Ὅτι ἐκ πάσης θλίψεως ἐῤῥύσω με· καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.» Τὴν τῆς αἰνέσεώς σοι προσοίσω θυσίαν, τὰς σὰς εὐεργεσίας διεξιών. Τοῦτο γὰρ κἀμοὶ ὠφέλιμον, καὶ [πᾶσι τοῖς ὑπὸ σοῦ βοηθουμένοις καὶ] σοὶ καταθύμιον. Δίκαιον δὲ τοῦτο ποιεῖν, καὶ συμφορῶν ἀπαλλαγέντα παντοδαπῶν, καὶ τῶν πολεμίων τὸν ὄλεθρον θεασάμενον. [Ὅτι δὲ ταύτην οἶδε θυσίαν ὁ τῶν ὅλων Δεσπότης, καὶ ὁ μακάριος Παῦλος μέμνηται· συμπαραλαβὼν μεθ' ἑαυτοῦ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ καὶ παρακαλῶν τοὺς τροφίμους τῆς χάριτος, λέγων οὕτως· «Παρακαλῶ δὲ ὑμᾶς διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ.» Καὶ τί τὸ εἶδος τῆς θυσίας ἡρμήνευσεν ἐν τῷ εἰπεῖν, «διὰ «τῆς λογικῆς ὑμῶν λατρείας.»] ΕΡΜΗΝ. ΤΟΥ ΝΔʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, Ἐν ὕμνοις, συνέσεως τῷ Δαβίδ.» Εἴρηκε μὲν τὸν ψαλμὸν ὁ μακάριος Δαβὶδ ὑπὸ τοῦ Σαοὺλ διωκόμενος, καὶ μετανάστης γενόμενος, ἐν ἐρήμῳ τε διάγειν, ἀναγκαζόμενος· προθεσπίζει δὲ κατὰ ταυτὸν καὶ τὰς τῶν Ἰουδαίων κατὰ τοῦ Σωτῆρος ἐπιβουλὰς, καὶ ἐν ἑαυτῷ προδιαγράφει τὰ τοῦ Δεσπότου παθήματα. Αὐτός τε γὰρ ὑπὸ τοῦ εὐεργετηθέντος Σαοὺλ ἐξηλαύνετο· καὶ ὑπό τινων γνωρίμων προυδίδοτο, καὶ τὸν Δεσπότην προεώρα τοῖς τοῦ πνεύματος ὀφθαλμοῖς ταυτὸ τοῦτο πεισόμενον, καὶ ὑπὸ τῶν εὖ πεπονθότων προδοθησόμενόν τε καὶ σταυρωθησόμενον. Διά τοι τοῦτο καὶ εἰς τὸ τέλος ἡ ἐπιγραφὴ παραπέμπει τὸν ἐντυγχάνοντα, καὶ συνετῶς προσέχειν τοῖς λεγομένοις παρεγγυᾷ, ὡς τῆς προφητικῆς διανοίας κεκαλυμμένης, καὶ μετὰ χρόνον δεχομένης τὸ τέλος. Πρὸς δὲ τούτοις, καὶ τοῖς ὕμνοις ὁ ψαλμὸς ἐγκατείλεκται, σκιαγραφίαν τινὰ ἔχων τῶν Δεσποτικῶν παθημάτων. Δίκαιον γὰρ ἀεὶ ὑμνεῖν τὸν ταῦτα παθεῖν ὑπὲρ τῆς τῶν ἀνθρώπων ἀνεχόμενον σωτηρίας. Ἀλλὰ μηδεὶς τῇ ταπεινότητι τῶν ῥημάτων προσέχων, ἀνάξια ταῦτα ἡγείσθω τῆς τοῦ Σωτῆρος Χριστοῦ ἐνανθρωπήσεως. Σκοπείτω δὲ, ὡς χολῆς, καὶ ὄξους, καὶ ἥλων, καὶ ἀκανθῶν, καὶ ἐμπτυσμάτων τε καὶ ῥαπισμάτων, καὶ πάσης ἀνασχόμενος παροινίας, καὶ τὸ τελευταῖον καταδεξάμενος θάνατον, οὐκ ἂν λόγων ταπεινότητα παρῃτήσατο. Κατάλληλα γὰρ εἶναι τὰ ῥήματα προσήκει τοῖς πράγμασιν. Αὐτοῦ δέ ἐστιν ἡ φωνή· «Μάθετε ἀπ' ἐμοῦ, ὅτι