Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1269
Not analysed yet
πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Καὶ πάλιν, «Ἐντολὴν ἔλαβον τί εἴπω, καὶ τί λαλήσω, καὶ οὐδὲν ἀπ' ἐμαυτοῦ ποιῶ.» Καὶ, «Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες;» Ταῦτα δὲ, καὶ τὰ τοιαῦτα, ἀνθρωπίνως ἐφθέγγετο, καὶ τὴν ἀνθρωπείαν φύσιν ὑποδεικνύων, καὶ οἰκοδομῶν τὴν τῶν Ἰουδαίων ἀσθένειαν. Ἐνταῦθα μέντοι ὁ θεῖος Δαβὶδ καὶ τὴν εἰς ἑαυτὸν γεγενημένην ἀδικίαν διδάσκει, καὶ τὴν εἰς τὸν Δεσπότην [Χριστὸν τὸν Θεὸν ἡμῶν] ἐσομένην προδιαγράφει, τῇ κοινωνίᾳ τῶν παθημάτων ἐναβρυνόμενος, καὶ μονονουχὶ βοῶν μετὰ τοῦ Παύλου, «Ἐγὼ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.» [Οὐ μόνον δὲ ὁ Προφήτης, ἀλλὰ καὶ ἅπαντες ὅσοι διὰ τὸ ὄνομα αὐτοῦ κοινωνοῦσι τοῖς παθήμασιν αὐτοῦ, δοξασθήσονται· καθάπερ ὁ θεῖος Παῦλος· «Εἴπερ συμπάσχωμεν ἵνα καὶ συνδοξασθῶμεν.» Καὶ αὕτη μὲν τῆς ἐπιγραφῆς καὶ σχεδὸν τοῦ παρόντος ψαλμοῦ ἡ δύναμις· ἀπαρχόμενος δὲ ὁ Προφήτης οὕτως ἔφη·] βʹ, γʹ. «Ἐνώτισαι ὁ Θεὸς τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου. Πρόσχες μοι καὶ εἰσάκουσόν μου.» Διαφόρους ἱκετείας προσφέρει, δεχθῆναι πάντας ἀντιβολῶν. Μὴ παρίδῃς γάρ με, φησὶ, ποτνιώμενον, ἀλλ' εὐμενῶς μοι πρόσχες, καὶ τὴν βοήθειαν ὄρεξον. «Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην. [δʹ.] Ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ.» Ὀνειδιζόμενος γὰρ, φησὶ, καὶ πολεμούμενος ὑπὸ τῶν ἀδικούντων ἐχθρῶν, καὶ τὰς παντοδαπὰς αὐτῶν ἐπιβουλὰς λογιζόμενος, πολλῆς ἀλγηδόνος [ἀντὶ τοῦ τῆς παρ' αὐτῶν κατ' ἐμοῦ γενομένης ἐπιβουλῆς], ἐμπέπλησμαι. Ἀδολεσχίαν γὰρ ἡ θεία Γραφὴ τὴν συνεχῆ μελέτην καλεῖ. Τοῦτο δὲ ὁ Σύμμαχος οὕτως ἡρμήνευσε· «Κατηνέχθην προσλαλῶν ἐμαυτῷ, καὶ συνεχύθην ὑπὸ φωνῆς ἐχθροῦ, ὑπὸ ἐνοχλήσεως ἀσεβοῦς.» Τὸν γὰρ αὐτὸν ἐχθρὸν καλεῖ καὶ ἀσεβῆ, ὡς εὐεργετούμενον μὲν, τὸν δὲ τοῦ εὐεργέτου κατασκευάζοντα φόνον. «Ὅτι ἐξέκλιναν ἐπ' ἐμὲ ἀνομίαι, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι.» Σαφέστερον ὁ Σύμμαχος εἴρηκεν, ὅτι Ἐπέῤῥιψαν κατ' ἐμοῦ εἰς ἀσέβειαν, καὶ μετ' ὀργῆς ἠναντιώθησάν μοι· πονηρᾷ γὰρ χρησάμενοι γνώμῃ, τὸν ἐμὸν τυρεύουσι θάνατον. εʹ, ϛʹ. «Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί· καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ' ἐμέ. Φόβος καὶ τρό-