Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1272
Not analysed yet
μος ἦλθεν ἐπ' ἐμὲ, καὶ ἐκάλυψέ με σκότος.» Ταύτην αὐτῶν τὴν δυσμένειαν, καὶ τὰς τῶν ἐπιβουλῶν θεώμενος μηχανὰς, καὶ φρίττω, καὶ δέδια, καὶ προσμένω τὸν θάνατον. Καὶ θαυμαστὸν οὐδὲν, εἰ ὁ Δαβὶδ ἀποδιδράσκων, καὶ ὑπὸ πολλῶν διωκόμενος πολεμίων, ἐδεδίει τὴν τελευτὴν, καὶ ἄνθρωπος ὢν, καὶ ὑπὸ τῷ νόμῳ πολιτευόμενος, καὶ τὴν εὐαγγελικὴν πόῤῥωθεν ὁρῶν τελειότητα. Καὶ αὐτὸς γὰρ ὁ Δεσπότης Χριστὸς, καίτοι πολλάκις προειπὼν τοῖς ἱεροῖς ἀποστόλοις, καὶ προσημάνας τὸ πάθος, καὶ τῷ θεσπεσίῳ δὲ Πέτρῳ γενέσθαι τοῦτο ἀπευξαμένῳ σφοδρότερον ἐπιπλήξας, παρὰ τὸν καιρὸν τοῦ πάθους ἐβόα, «Νῦν ἡ ψυχή μου τετάρακται·» καὶ τοσαύτην ἀγωνίαν συνεχώρησεν ἡ θεία φύσις τὴν ἀνθρωπείαν λαβεῖν, ὡς ἱδρῶσαι μὲν αἵματος θρόμβους, ὑπ' ἀγγέλου δὲ στηριχθῆναι, καὶ νικῆσαι τὸ δέος. Ἔδει γὰρ καὶ ἐν τούτῳ δειχθῆναι τὴν φύσιν τὴν δεχομένην τὸ πάθος, [καὶ τὴν πολλὴν μακροθυμίαν ἣν ἔσχε παρὰ τὸ ἡμέτερον γένος ὁ φιλάνθρωπος· καὶ καταδέχεται πάθος σαρκὶ, καὶ ἐν τούτῳ τὴν ἡμετέραν βουλόμενος πραγματεύσασθαι σωτηρίαν· ἅπαντα γοῦν ταῦτα τὰ τῶν ῥημάτων λέγει ταπεινὰ, οὐ δειλίας ἕνεκεν, ἄπαγε, ἀλλ' οἰκονομίας χάριν προβάλλεται.] ζʹ, ηʹ. «Καὶ εἶπα, Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι, καὶ καταπαύσω; Ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ.» Τοῦτο ὁ μακάριος πεποίηκε Δαβίδ. Φυγὼν γὰρ τὸν Σαοὺλ, καὶ πάλιν τῶν ἐν τῇ Γὲθ ἀλλοφύλων τὴν δυσμένειαν θεασάμενος, εἰς τὴν ἔρημον ἀπέδρα, ὡς ἡ πρώτη τῶν Βασιλειῶν ἱστορία διδάσκει. Καὶ ὁ Δεσπότης δὲ Χριστὸς, πολλάκις μὲν εἰς τὸ ὄρος, πολλάκις δὲ εἰς τὴν ἔρημον ὑπεχώρησε, τὸν τῶν Ἰουδαίων φθόνον ἐκκλίνων. Θαυμάσαι δὲ ἄξιον τὸν μέγαν Δαβὶδ, περιστερᾶς καὶ οὐκ ἄλλου ὀρνέου πτέρυγας λαβεῖν ἐθελήσαντα. Δῆλος γάρ ἐστι τῆς πνευματικῆς χάριτος ἐφιέμενος τῆς ἐν εἴδει περιστερᾶς ἐπιπτάσης. θʹ. «Προσεδεχόμην τὸν Θεὸν, τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας, καὶ ἀπὸ καταιγίδος.» Τοσούτοις γὰρ, φησὶ, περικλυζόμενος κύμασι, καὶ οἷόν τινων πνευμάτων, ἢ στροβίλων ἀνέμων δεχόμενος προσβολὰς, τὴν θείαν προσμένω ῥοπὴν, καὶ τῇ τῆς ἐπικουρίας ἐλπίδι ψυχαγωγοῦμαι. ιʹ. «Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώς-