Ancient Greek · ~6 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1273
Not analysed yet
σας αὐτῶν.» Ἐπειδὴ κακῇ κέχρηνται συμφωνίᾳ, διάλυσον αὐτῶν, Δέσποτα, τὴν ὁμόνοιαν. «Ὅτι εἶδον ἀνομίαν, καὶ ἀντιλογίαν ἐν τῇ πόλει. [ιαʹ.] Ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς.» [Τοῦτο μὲν οἱ Ἀσσύριοι, τοῦτο δὲ οἱ Αἰγύπτιοι καὶ χρόνον ὕστερον καὶ ἡ τῶν Ῥωμαίων δυναστεία.] «Καὶ ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς. [ιβʹ.] Καὶ ἀδικία, καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος.» Τῷ μακαρίῳ Δαβὶδ οὐκ οἶμαι ἁρμόττειν ταῦτα τὰ ῥήματα. Οὐδὲ γὰρ ἡ Ἱερουσαλὴμ κατ' ἐκεῖνον τὸν καιρὸν ὑπὸ Ἰουδαίων κατείχετο, οὐδὲ ἄλλη τις βασιλικὴ ἐνενόμιστο πόλις· ἀλλ' ἔοικε τῆς Ἱερουσαλὴμ τὴν ἀντιλογίαν καὶ παρανομίαν προλέγειν ὁμοῦ, καὶ τῆς πονηρίας αὐτῆς διεξιέναι τὰ εἴδη, τὴν ἀνομίαν, τὴν ἀδικίαν, τὸν τόκον. τὸν δόλον· ἅπερ ἀσπαζόμενοι, τοὺς ἐπωφελεῖς τοῦ Σωτῆρος οὐκ ἐδέχοντο νόμους. Ἐπισημήνασθαι μέντοι προσήκει, ὡς οὐ μόνον τῆς καινῆς διαθήκης ἡ τελειότης, ἀλλὰ καὶ ἡ νομικὴ πολιτεία, τοῦ τόκου κατηγορεῖ, καὶ τῇ ἀνομίᾳ, καὶ τῇ ἀδικίᾳ, καὶ τῷ δόλῳ τοῦτον συζεύγνυσιν. ιγʹ. «Ὅτι εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν· καὶ εἰ ὁ μισῶν με ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην ἂν ἀπ' αὐτοῦ.» [Ἀντὶ τοῦ τὸν παρ' αὐτοῦ κατ' ἐμοῦ δόλον εἰ ἔγνων, ἐκρύβην ἂν ἀπ' αὐτοῦ.] Ἀλλὰ τὰ μὲν παρὰ τῶν δυσμενῶν γινόμενα οἰστὰ ἡγοῦμαι καὶ φορητά· ὑπὸ γὰρ ἐχθρῶν ταῦτα δρᾶται καὶ πολεμίων· ἄλλως τε καὶ τὸν προφανῆ πόλεμον διαφυγεῖν τυχὸν δυνατόν. ιδʹ, ιεʹ. «Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου. Ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι