Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1276
Not analysed yet
ἐδέσματα. Ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ.» Πάντων ἀνιαρώτατον εἶναί μοι δοκεῖ, τὸν ἄνδρα συνήθη, καὶ ὁμογνώμονα, καὶ ὁμοτράπεζόν μοι, καὶ σύσσιτόν μοι γεγενημένον, καὶ θείων μοι καὶ ἀνθρωπείων κεκοινωνηκότα πραγμάτων, τὰ δυσμενῶν δρᾶσαι καὶ πολεμίων· σαφῶς δὲ διὰ τούτων ἡμῖν τῶν λόγων ἡ προφητικὴ χάρις τὸν προδότην Ἰούδαν διέγραψεν, ἡγεμόνα μὲν ὑπὸ τοῦ βασιλέως χειροτονηθέντα Χριστοῦ («Καταστήσεις γὰρ αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν,») τραπέζης δὲ αὐτῷ καὶ μυστικῶν κεκοινωνηκότα λόγων, ὄργανον δὲ τῶν ἐπιβουλευόντων γεγενημένον. Ἀντὶ μέν τοι τοῦ ἡγεμών μου, ὁ Σύμμαχος, συνήθης μου ἡρμήνευσεν. Ταῦτα δὲ τῷ μακαρίῳ οὐδαμῶς ἁρμόττει Δαβίδ· οὐδεὶς γὰρ αὐτὸν, ὑπὸ τοῦ Σαοὺλ διωκόμενον, τῶν εὐνουστάτων προδέδωκεν. Οὔτε γὰρ ὁ Δωὴκ, οὔτε οἱ Ζιφαῖοι, τῶν γνησίων αὐτοῦ φίλων ἐτύγχανον. Τῇ δὲ τῶν Εὐαγγελίων ἱστορίᾳ ἡ προφητικὴ συμβαίνει· «Ὁ ἐσθίων, φησὶ, μετ' ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν ἐπ' ἐμὲ τὴν πτέρναν αὑτοῦ.» Οὕτω τὴν προδοσίαν προαγορεύσας, καὶ τὸν αἰφνίδιον αὐτοῦ θάνατον προθεσπίζει. [Καὶ μέχρι νῦν ἔστιν ἰδεῖν τὸν αὐτὸν δόλον καὶ φόνον παρά τισι πλεονάζοντα, ὡς ἡ τῶν πραγμάτων ἡμᾶς ἔκβασις πείθει. Οὐ μόνον γὰρ τῶν ἁλῶν κοινωνοῦντες προδιδόασι τοὺς παρέχοντας τούτους, ἀλλὰ γὰρ καὶ τῶν θείων καὶ ἀποῤῥήτων μυστηρίων μέτοχοι γενόμενοι ἀλλήλους οὐ μόνον προδιδόασιν, ἀλλὰ καὶ θανάτους κατασκευάζουσι, καὶ τοῦτο ὅρκων μεσιτευόντων. Καὶ ὁ μὲν Παῦλος οὐ παύεται διαμαρτυρόμενος ἐν πάσῃ τῇ οἰκουμένῃ τοῖς διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι· τὸν ὅρκον λέγω καὶ τὴν πίστιν· τινὲς δὲ οὐκ οἶδ' ὅπως μετατιθέναι πειρῶνται τὰ ἀμφότερα· μᾶλλον δὲ μετατεθείκασι, μήτε πρὸς τοὺς εὐεργέτας, μήτε περὶ τὴν πίστιν, μήτε εἰς αὐτὸν τῶν πάντων Δεσπότην ὀρθὸν σκοπὸν φυλάττοντες. Διὸ δὴ τὸ προφητικὸν Πνεῦμα ἀποφαινόμενον κατ' αὐτῶν οὕτως ἔφη·] ιϛʹ. «Ἐλθέτω δὴ θάνατος ἐπ' αὐτούς· καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες.» [Τοιαύτην αὐτοῖς ἀπειλεῖ τὴν ψῆφον βουλόμενος ἀναστεῖλαι τὴν πονηρὰν αὐτῶν γνώμην.] Τοιοῦτο δὲ τοῦ βίου τὸ τέλος ἐδέξατο· τῇ γὰρ ἀγχόνῃ τὴν δέρην προσδήσας, σύντομον ὑπέμεινε θάνατον· τοιαύταις καὶ οἱ Ἰουδαῖοι μετὰ τὸν σταυρὸν περιέπεσον συμφοραῖς, τῷ Ῥωμαϊκῷ παραδοθέντες πολέμῳ. Οὐ γὰρ τῷ νόμῳ τῆς φύσεως ὑπεξῆλθον τὸν βίον, ἀλλ' ὅπλοις πολεμικοῖς κατακοντιζόμενοι. [Εἰ δὲ καί τις τῶν φαύ-