Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1277
Not analysed yet
λων δόξαιεν κοινῷ θανάτῳ καταλύειν τὸν βίον, μετὰ τὴν ἔνθεν ἀνάστασιν διπλῆν τὴν κατ' αὐτοῦ δέξεται τιμωρίαν. «Τινῶν γὰρ, φησὶν, ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοι, προάγουσιν εἰς κρίσιν· τισὶ δὲ καὶ ἐπακολουθοῦσιν.»] Εἶτα δείκνυσι τῆς τιμωρίας τὸ δίκαιον. «Ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν. [Ἀντὶ τοῦ εἰς τὸ μέσον, εἰς αὐτὴν τὴν καρδίαν πονηρία βλαστήσασα τὴν θανατικὴν τῆς τιμωρίας αὐτοῖς ἐπάγει ψῆφον.] Παροικίαν δὲ καλεῖ τὴν παροῦσαν ζωὴν, ἐν ᾗ παροικοῦμεν οὐ κατοικοῦμεν. [Καὶ μακάριοι οἱ παροικίαν ἡγούμενοι τὸν παρόντα βίον καὶ μὴ κατοικίαν. Εἶτα εἰρηκὼς τὰ παρὰ τῶν παρανόμων, εἰς τοὺς ἀδικουμένους καὶ μὴ ἐγκαταλιμπανομένους παρὰ τῆς ἄνωθεν ῥοπῆς μετατίθησι τὸν λόγον ὁ Προφήτης.] ιζʹ. «Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος εἰσήκουσέ μου.» [Οὐ γὰρ μόνον τὸν Πατέρα, φησὶ, παρακαλεῖν μεμάθηκα, ἀλλὰ γὰρ καὶ τὸν μονογενῆ αὐτοῦ Υἱὸν, τὸν διὰ πολλὴν φιλανθρωπίαν, μικρὸν ὕστερον ἐξ ἐμοῦ τὴν κατὰ σάρκα οἰκονομίαν μέλλοντα καταδέχεσθαι. Διὸ δὴ] ιηʹ. «Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι, καὶ ἀπαγγελῶ καὶ εἰσακούσεται τῆς φωνῆς μου.» [Ταύτης δὲ δεχθείσης παρὰ τοῦ φιλανθρώπου,] ιθʹ. «Λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ ἐγγιζόντων μοι, ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί.» Τὴν ἐνδελεχῆ μου, φησὶν ὁ Δαβὶδ, θεώμενος προσευχὴν, τὴν νύκτωρ καὶ μεθ' ἡμέραν παρ' ἐμοῦ προσφερομένην, ἀπαλλάξει με τῶν πολεμούντων, καὶ χαριεῖται εἰρήνην. [Οὐ μόνον δὲ ἐμοὶ, φησὶ, ἀλλὰ γὰρ καὶ ἅπασι τοῖς εἰς αὐτὸν πεποιθόσιν.] Τὸ δὲ, «Ἐν πολλοῖς ἦσαν σὺν ἐμοὶ,» τὸ πολλοὺς εἶναι τοὺς πολεμίους δηλοῖ. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε· Πολλοστοὶ γὰρ ἐγένοντο πρός με. κʹ. «Εἰσακούσεται ὁ Θεὸς, καὶ ταπεινώσει αὐτούς· [δίκαιος γάρ ἐστι καὶ οἶδεν ἐτάζων καρδίαν καὶ νεφροὺς,] ὁ ὑπάρχων πρὸ τῶν αἰώνων.» Δεξάμενος δέ μου τὴν δέησιν ὁ ἀεὶ Θεὸς, ἀσθενείᾳ περιβαλεῖ τοὺς ἐπιβουλεύοντας. «Οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, ὅτι οὐκ ἐφοβήθησαν τὸν Θεόν.» Τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Οὐ γὰρ ἀλλάσσονται, οὐδὲ φοβοῦνται τὸν Θεόν.