Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1280
Not analysed yet
[Οὐδὲ γὰρ ἀλλάσσεται αὐτῶν ἡ πονηρὰ γνώμη, οὐδὲ φοβοῦνται τὸν Θεόν· διὸ δὴ], Ὁρῶν αὐτῶν, φησὶν, τὸν ἀμεταμέλητον τρόπον, ταῖς προειρημέναις συμφοραῖς περιβαλεῖ. καʹ. «Ἐξέτεινε τὴν χεῖρα αὑτοῦ ἐν τῷ ἀποδιδόναι.» Τοῦτο οἱ τρεῖς οὕτως ἡρμήνευσαν· Ἐξέτεινε τὴν χεῖρα αὑτοῦ εἰς τοὺς εἰρηνεύοντας ἐν αὐτῷ πρὸς αὐτόν. Οὐ γὰρ πολέμιον ὁ Σαοὺλ ἐδίωκεν, ἀλλ' εὐεργέτην, καὶ συνήθη, καὶ γνώριμον. Οὐδὲ ἐχθρὸν ὁ Ἰούδας προδέδωκεν, ἀλλὰ Σωτῆρα, καὶ τῶν ἀγαθῶν χορηγόν. Τὸ τοίνυν, «Ἐξέτεινε τὴν χεῖρα αὑτοῦ ἐν τῷ ἀποδιδόναι,» τοῦτο δηλοῖ, ὅτι ἐκτείνας τὴν χεῖρα, ὥστε τὰς ἀντιδόσεις ἐκτίσαι, ἀγαθὸν μὲν οὐδὲν προσενήνοχεν· πάντα δὲ πονηρίας μεστά. [Ἀλλ' ὅμως καὶ ὁ Ἰούδας οὐ μόνον εἰς τὸ προδοῦναι τὴν χεῖρα αὑτοῦ ἐξέτεινε, ἀλλὰ γὰρ καὶ ἀποστρέψας τὰ τριάκοντα ἀργύρια, ἃ μετὰ τὴν ἐκείνου ἀγχόνην ἐνέβαλον οἱ θεοκτόνοι εἰς τὸν κορβανᾶν.] Καὶ τοῦτο δηλοῖ τὰ ἐπαγόμενα· «Ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ.» Τοῦ γὰρ θείου νόμου διαγορεύοντος ἀγαπᾷν τὸν πλησίον ὡς ἑαυτὸν, τὸν εὐεργέτην ὡς πολέμιον ἐδίωκον. [Οὐ μόνον δὲ, ἀλλὰ καὶ σταυρῷ κατέκριναν. Διὸ ἐπήγαγε·] κβʹ. «Διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτῶν καὶ ἤγγισαν αἱ καρδίαι αὐτῶν.» Ὀργῇ γὰρ δουλεύσαντες, ἕτερα μὲν ἐμέμφοντο, ἕτερα δὲ ἐβουλεύοντο. Οὕτω γὰρ ὁ Σύμμαχος ἡρμήνευσε· Λειότερα βουτύρου τὰ στόματα αὐτῶν· πολεμεῖ δὲ ἡ καρδία ἑκάστου αὐτῶν. Τούτῳ δὲ καὶ τὸ ἐπαγόμενον συμφωνεῖ. «Ἡπαλύνθησαν οἱ λόγοι αὐτῶν ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες.» Τοιαῦτα δὲ ἦν καὶ τοῦ Σαοὺλ, καὶ τοῦ Ἰούδα τὰ ῥήματα. Ὁ μὲν γὰρ Σαοὺλ, πρὸς τὸν Δαβὶδ ἔλεγεν, «Εἰ σὺ εἶ τέκνον Δαβίδ.» Ὁ δὲ Ἰούδας, «Μή τι ἐγώ εἰμι, Ῥαββί;» [Καὶ πολλοὶ τὰ αὐτὰ νοσοῦντες φιλίας δῆθεν περικείμενοι ἐπικάλυμμα πρὸς τοὺς παρ' αὐτῶν ἀδικουμένους φασίν· Μή τι ἐγώ σε ἠδίκηκα; Τὸ αὐτὸ δὲ πάλιν ὁ Ἰούδας, Χαῖρε, λέγει, Ῥαββί·] καὶ κατεφίλησεν αὐτόν. Καὶ ἐῴκει μὲν τὰ ῥήματα ἐλαίου καὶ βουτύρου λειότητι· τὰ δὲ βουλεύματα, βέλεσι καὶ δόρασιν ὀξυτάτοις. [Λόγχαι γὰρ μᾶλλον ὑπῆρχον αἱ βολίδες αὐτῶν·] λόγχας γὰρ ὁ Ἀκύλας