Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1281
Not analysed yet
τὰς βολίδας ἡρμήνευσεν. Οὕτω ταῦτα ὁ θεῖος Δαβὶδ καὶ περὶ τῶν αὐτῷ συμβεβηκότων διεξελθὼν, καὶ τὰς Δεσποτικὰς προθεὶς ἐπιβουλὰς, συμβουλὴν πᾶσιν ἀνθρώποις προσφέρει, τὴν εἰς Θεὸν ἔχειν ἐλπίδα παρεγγυῶν. κγʹ. «Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου· καὶ αὐτός σε διαθρέψει.» [Οὐ μόνον, φησὶ, ἐνταῦθα δοξάσει, ἀλλὰ καὶ ἐν τῇ παλιγγενεσίᾳ τῆς θεοπτίας ἀξιώσει. Οὐκοῦν] Κυβερνήτην ἔχε, φησὶ, τὸν Θεὸν, καὶ ἡνίοχον· καὶ τὰ κατὰ σαυτὸν τῆς προνοίας ἐκείνης ἐξάρτησον· οὕτω γὰρ ἀσάλευτος διαμενεῖς καὶ ἀκλόνητος· καὶ γάρ φησιν, «Οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ.» Κἂν γὰρ συγχωρήσῃ ποτὲ περιπεσεῖν πειρασμῷ, ἀλλὰ ταχεῖαν παρέξει βοήθειαν. Ἀτεχνῶς δὲ τοῦτο ἔοικε τοῖς ἀποστολικοῖς ῥητοῖς, «Πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν.» κδʹ. «Σὺ δὲ, ὁ Θεὸς, κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς.» Τοὺς γὰρ ἐπιβουλεύειν τῷ δικαίῳ τολμῶντας τιμωρίᾳ παραδώσει διηνεκεῖ. Φρέαρ γὰρ διαφθορᾶς τὴν ἄφυκτον ἐκάλεσε τιμωρίαν. Ὥσπερ γὰρ τὸν εἰς φρέαρ ἐμπεπτωκότα, ἰλύος τινὸς καὶ βορβόρου μεστὸν, διαφυγεῖν τὸν ὄλεθρον τῶν ἀδυνάτων· οὕτω τὸν ὑπὸ Θεοῦ κολαζόμενον οὐκ ἔνεστιν ἑτέρωθεν σωτηρίαν εὑρεῖν. [Καὶ ἀκούετε, φησὶν, οἱ δείλαιοι.] «Ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσιν τὰς ἡμέρας αὐτῶν.» Τοῖς γὰρ μιαιφονίᾳ καὶ δόλῳ συζῇν αἱρουμένοις ταχὺν ἐπάγεις τὸν θάνατον· οὐκ ἐῶν τὸν νενομισμένον διαβιῶναι χρόνον. [Καὶ ταῦτα ἐκείνοις· ἐγὼ δὲ, φησὶν ὁ Δαβὶδ, καὶ ὅσοι κατ' ἐμὲ τὴν ἄνωθεν καραδοκοῦμεν ῥοπὴν, σωθησόμεθα. Διὰ γὰρ τῶν ἑξῆς σαφέστερον αὐτὸ ἡρμήνευσεν, εἰπών·] «Ἐγὼ δὲ, Κύριε, ἐλπιῶ ἐπὶ σέ.» Ταύτην γάρ σου τὴν δύναμιν, καὶ τὴν δικαίαν ἐπιστάμενος ψῆφον, τὴν παρὰ σοῦ προσμένω βοήθειαν. ΕΡΜΗΝ. ΤΟΥ ΝΕʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος. Ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου· τῷ Δαβὶδ εἰς στηλογραφίαν. Ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ.» Σημαίνει καὶ ἡ ἐπιγραφὴ, ὡς διπλῆ τοῦ ψαλμοῦ ἡ διάνοια, καὶ αὐτῷ ἁρμόττουσα τῷ Δαβὶδ, καὶ τῷ λαῷ τῷ δορυαλώτῳ γεγενημένῳ, καὶ τὴν ἀλλοτρίαν οἰκεῖν ἠναγκασμένῳ· [ἀλλὰ καὶ πολλοῖς τῶν