Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1284
Not analysed yet
ἐφεξῆς. Τὸ γὰρ «ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ὁσίων κεκρυμμένου,» ἢ αἰχμαλωτισθέντος καὶ χωρισθέντος τῆς τηνικαῦτα ἁγίας πόλεως, ἥτις ἦν ἡ Ἱερουσαλὴμ, ἢ τοῦ μακρύνοντος ἑαυτὸν ἀπὸ τοῦ Θεοῦ, ὅ ἐστιν, ἀπὸ τῆς εἰς αὐτὸν πίστεως.] Συμβαίνει γὰρ τὰ παθήματα. Ἐκεῖνοί τε γὰρ Βαβυλωνίοις ἐδούλευον ἀλλοφύλοις ἀνθρώποις· καὶ οὗτος ἀποδρὰς τὸν Σαοὺλ, μέτοικος ἀλλοφύλων ἐγένετο. Ἰστέον μέντοι, ὅτι δὶς ἀφίκετο εἰς τὴν Γέθ. καὶ πρότερον μὲν πολέμιος εἶναι δόξας, εἶτα κινδυνεύσας, καὶ ἐπιληψίαν ὑποκρινάμενος, ἀφέθη τε καὶ διέφυγεν. Ὕστερον δὲ θαῤῥηθεὶς συνδιέτριβεν ἀπολαύων εἰρήνης. Τὸν μέν τοι παρόντα ψαλμὸν, τὸν πρότερον μὲν κίνδυνον ὑπομείνας συνέγραψεν. βʹ, γʹ. «Ἐλέησόν με, ὁ Θεὸς, ὅτι κατεπάτησέν με ἄνθρωπος· ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με Κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν.» Ὑπὸ διαφόρων ἐχθρῶν ἐξελαυνόμενός τε καὶ πολεμούμενος, καὶ οἱονεὶ συμπατούμενος καὶ διηνεκῶς τοῦτο πάσχων, τὴν σὴν, ὦ Δέσποτα, φιλανθρωπίαν προσμένω. Τὸ δὲ ὅλην τὴν ἡμέραν, πᾶσαν ἡμέραν ὁ Σύμμαχος ἡρμήνευσεν, ἀντὶ τοῦ ἐνδελεχῶς καὶ διηνεκῶς. «Ὅτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους.» [Ἀντὶ τοῦ, ἀπὸ τῆς δυναστείας αὐτῶν.] Οὐ δέδια, φησὶ, τὰς τῶν ἀνθρώπων εὐημερίας αἷς θαῤῥοῦντες τὸν καθ' ἡμῶν ἀνεδέξαντο πόλεμον. Ὕψος γὰρ ἡμέρας, τὴν παροῦσαν ἐκάλεσεν εὐπραξίαν, τὴν πρόσκαιρον, τὴν ἐφήμερον, τὴν ἐπίκηρον, τὴν οὐκ εἰς μακρὰν διαῤῥέουσαν. Εἶτα διδάσκει τίνος χάριν οὐ χρὴ δειμαίνειν τοὺς ἐπὶ ταῖς εὐημερίαις βρενθυομένους. δʹ. «Ἡμέρας οὐ φοβηθήσομαι· ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ.» Τὴν πρόσκαιρον, φησὶν, εὐκληρίαν οὐ δέδια, τὴν σὴν ἔχων ἐπικουρίαν· τοῦτο δὲ ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν, ᾟ ἂν ἡμέρᾳ φοβηθῶ, σοὶ πέποιθα. Ἀντιτάττω, φησὶ, τῷ φόβῳ τὸ ἐπὶ σοὶ θάρσος. [Καλῶς οὖν τέθεικε τὸ, «Ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ·» ἀντὶ τοῦ, Οὐδὲ γάρ ἐστιν ἄλλος, οὐκ ἔστι δυνάμενος ῥύσασθαι τοὺς πειραζομένους ἐκ τῶν ἐπιβουλευόντων, εἰ μὴ ἡ σὴ μόνη, ὦ Δέσποτα, προμήθεια. Καὶ σαφέστερον αὐτὸ ἐλάμπρυνε διὰ τοῦ εἰπεῖν·] εʹ. «Ἐν τῷ Θεῷ ἐπαινέσω τοὺς λόγους μου.»