Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1285
Not analysed yet
[Ἐπαινεταὶ, φησὶ, παρὰ τῷ Θεῷ αἱ προσευχαὶ, ἃς ἐκτενεῖς διὰ τῆς μετανοίας αὐτῷ προσφέρων οὐ παύσομαι.] «Ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ;» [Σάρκα τοὺς παχυτέρους καὶ χαμαιῤῥεπῆ τὸν βίον κεκτημένους ἀνθρώπους λέγει.] Καὶ φθεγγόμενος, φησὶ, τῇ τοῦ Θεοῦ μνήμῃ τοὺς ἐμοὺς λόγους κοσμῶ· καὶ πολεμούμενος, τῇ σῇ κηδεμονίᾳ θαῤῥῶν, τῶν πολεμούντων καταφρονῶ. ϛʹ. «Ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο κατ' ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν.» Πάντα, φησὶ, λογισμὸν εἰς τὰς κατ' ἐμοῦ κινοῦσιν ἐπιβουλὰς, ὡς ψευδεῖς τοὺς ἐμοὺς ἀποστρεφόμενοι λόγους, καὶ τὴν προσφερομένην ἀπολογίαν ἀποσειόμενοι. [Τὸ αὐτὸ δὲ μέχρι τοῦ παρόντος ἔστιν ἰδεῖν ὑπομένοντας πολλοὺς παρά τινων ἀνθρώπων καὶ δαιμόνων.] ζʹ. «Παροικήσουσι καὶ κατακρύψουσιν, αὐτοὶ τὴν πτέρναν μου φυλάξουσιν· καθάπερ ὑπέμειναν τὴν ψυχήν μου.» Σαφέστερον τοῦτο ὁ Σύμμαχος ἡρμήνευσε, Συνήγοντο λάθρα, καὶ τὰ ἴχνη μου παρετήρουν, προσδοκῶντες τὴν ψυχήν μου. Δεδήλωκε δὲ διὰ τῶν εἰρημένων τοὺς λόγους αὐτῶν, καὶ τὰς ἐνέδρας, καὶ τὰς ἐπιβουλάς. ηʹ. «Ὑπὲρ τοῦ μηθενὸς ὤσεις αὐτούς.» Ῥᾴδιόν σοι, φησὶ, καὶ λίαν εὐπετὲς ὦσαι αὐτοὺς, καὶ καταβαλεῖν, καὶ παραδοῦναι θανάτῳ· τὸ γὰρ ὑπὲρ τοῦ μηθενὸς, ἀντὶ τοῦ ἀπόνως, καὶ ῥᾳδίως τέθεικε. «Ἐν ὀργῇ λαοὺς κατάξεις αὐτοὺς, ὁ Θεός.» Οὐ γὰρ τούτους μόνους, ἀλλὰ καὶ πάντας τοὺς παρανομίᾳ συζῇν προαιρουμένους, κολάσει παραδώσεις [ὀργῆς πεπληρωμένῃ].» θʹ. «Τὴν ζωήν μου ἐξήγγειλά σοι.» Πάντα σοι τὰ ἐμὰ δῆλα καθέστηκε, τὰ πράγματα, τὰ ῥήματα, τὰ ἐνθυμήματα. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε, Τὰ ἔνδον μου ἐξηρίθμηταί σοι. «Ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου, ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου.» Ἐπένευσας, φησὶ, τοῖς ἐμοῖς δάκρυσι, καὶ τὰς ἐπαγγελίας πεπλήρωκας. Σὺ γὰρ ὑπέσχου νομοθετῶν τῶν ἀδικουμένων ἐπακούειν στενόντων. Οὕτω γὰρ ἐν τῷ νόμῳ φησί· «Στενάξει πρός με, καὶ ἐπακούσομαι αὐτοῦ. ἐλεήμων γάρ εἰμι.»