Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1288
Not analysed yet
ιʹ. «Ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω.» Σοῦ δὲ τὴν ἐμὴν δέησιν δεξαμένου, φεύξονται οἱ πολέμιοι, καὶ τῆς θρασύτητος παύσονται. «Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαι, ἰδοὺ ἔγνων, ὅτι Θεός μου εἶ σύ.» Δεχόμενος γὰρ τὰς αἰτήσεις, δι' αὐτῶν πείθομαι τῶν πραγμάτων, ὅσην μου κηδεμονίαν ποιῇ. ιαʹ. «Ἐπὶ τῷ Θεῷ αἰνέσω ῥῆμα· ἐπὶ τῷ Κυρίῳ αἰνέσω λόγον· ἐπὶ τῷ Θεῷ ἤλπισα· οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.» [Καλὸς καὶ ἐνταῦθα ὁ προφητικὸς νοῦς. Πῶς ἴσην τὴν προσευχὴν τῇ ἀχράντῳ καὶ ὁμοουσίῳ Τριάδι προσφέρει;] Οὐδὲ φθέγξασθαι, φησὶν, ἄνευ τῆς σῆς ἐπικλήσεως ἀνέξομαι. Ἀλλὰ καὶ σμικρὸν ῥῆμα προσφέρων, καὶ μακροτέροις χρώμενος λόγοις, τῇ σῇ τούτους προσηγορίᾳ κοσμήσω, καὶ σοὶ πεποιθὼς καταφρονήσω τῶν ἀνθρωπίνων ἐπιβουλῶν. ιβʹ. «Ἐν ἐμοὶ, ὁ Θεὸς, εὐχαὶ ἃς ἀποδώσω αἰνέσεώς σοι.» Τὰς ὑποσχέσεις σοι, φησὶν, εὐγνωμόνως ἐκτίσω· εὐχὰς γὰρ, τὰς πρὸς τὸν Θεὸν ὑποσχέσεις καλεῖ. Οὕτω καὶ ἀλλαχοῦ· «Ἀποδώσω σοι τὰς εὐχάς μου, ἃς διέστειλε τὰ χείλη μου, καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου.» Εἶτα διδάσκει ὑπὲρ τίνων, καὶ τίνες αἱ ὑποσχέσεις. ιγʹ. «Ὅτι ἐῤῥύσω τὴν ψυχήν μου ἐκ θανάτου· τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων· καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος.» [Διὰ πάντων με τούτων θωρακίσας καὶ ἀσφαλισάμενος· καὶ ἑδραίαν ἔχειν τὴν πεποίθησιν ἐπὶ τούτοις πεπιστευκὼς ἐν τούτοις πληρώσω καὶ τὴν παροῦσαν ᾠδήν.] «Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν φωτὶ ζώντων.» Τοσούτων γὰρ εὐεργεσιῶν ἀπολαύσας, καὶ τῶν διαφόρων ἐπιβουλῶν κρείττων φανεὶς, τῆς σῆς φροντιῶ θεραπείας, καὶ πολιτείαν αἱρήσομαι, ἣ σοὶ μὲν ἀρέσει, ἐμοὶ δὲ προξενήσει ζωὴν τὴν αἰώνιον, καὶ τὸ φῶς ἐκεῖνο τὸ τοῖς ἐννόμως ζῶσιν ἐπηγγελμένον. Ταῦτα δὲ, ὡς ἔφην, καὶ τῷ μακαρίῳ ἁρμόττει Δαβὶδ, καὶ τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις. Ἁρμόττει δὲ καὶ ἡμῖν, πολλὰς μὲν ὑπομένουσι παρὰ ἀνθρώπων, καὶ παρὰ δαιμόνων, ἐπιβουλὰς, διὰ δὲ τῆς θείας κηδεμονίας, τὴν ἐκεῖθεν φυομένην διαφεύγουσι λώβην.