Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1289
Not analysed yet
ΕΡΜΗΝ. ΤΟΥ Νϛʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος. Μὴ διαφθείρῃς· τῷ Δαβὶδ εἰς στηλογραφίαν, ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον.» Καὶ τὸν πρότερον καὶ τὸν δεύτερον διαφυγὼν κίνδυνον [ὁ μέγας Δαβὶδ], ὥσπερ ἐν στήλῃ τινὶ, τῇ μνήμῃ τὴν θείαν εὐεργεσίαν ἀνέγραψε. Καὶ εἰς τὸ τέλος δὲ καὶ οὗτος κἀκεῖνος παραπέμπει τοὺς ἐντυγχάνοντας· ἐπειδὴ πρόῤῥησιν ἔχουσιν ἐσομένων πραγμάτων. Ἐκεῖνος μὲν γὰρ τὰ κατὰ τὸν λαὸν προηγόρευσεν· οὗτος δὲ τῶν ἐθνῶν προθεσπίζει τὴν κλῆσιν. Πρόσκειται δὲ τὸ, Μὴ διαφθείρῃς, τοῦ Δαβὶδ τὸν λογισμὸν ἡμῖν ἐκκαλύπτον. Ἐπειδὴ γὰρ δυνάμενος ἀνελεῖν τὸν Σαοὺλ, καὶ τῇ σφαγῇ καταλῦσαι τὸν πολέμιον, καὶ τὴν ἡγεμονίαν λαβεῖν, οὐκ ἠνέσχετο, μονονουχὶ πρὸς ἑαυτὸν εἰρηκὼς, Μὴ διαφθείρῃς τῆς ἀμνησικακίας τὴν ἀρετήν. «Μὴ γένοιτο γάρ μοι, φησὶν, ἐποῖσαι τὴν χεῖρά μου ἐπ' αὐτὸν, ὅτι χριστὸς Κυρίου ἐστίν.» Εἰκότως τῇ ἐπιγραφῇ τὸ, Μὴ διαφθείρῃς, προστέθεικε, διδάσκων τίσιν χρησάμενος λογισμοῖς οὐκ ἀνεῖλε τὸν δυσμενῆ. βʹ. «Ἐλέησόν με, ὁ Θεὸς, ἐλέησόν με· ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου· καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως οὗ παρέλθῃ ἡ ἀνομία.» Καθειργμένος ἐν τῷ σπηλαίῳ, καὶ τοὺς πολεμίους καθειργμένους ὁρῶν, τὸν θεῖον ἔλεον ἀπαγγέλλει, καὶ ἣν ἔχει πρὸς τὸν Θεὸν ἐλπίδα γυμνοῖ. Σκιὰν δὲ πτερύγων πολλάκις ἡρμήνευσεν, ὅτι τὴν θείαν κηδεμονίαν καλεῖ. Ὁ δὲ τοῦ ἐλέους διπλασιασμὸς τὴν ὑπερβολὴν τοῦ κινδύνου παραδηλοῖ. Τὸ δὲ, Ἕως οὗ παρέλθῃ ἡ ἀνομία, σαφέστερον ὁ Ἀκύλας ἡρμήνευσεν, Ἕως οὗ παρέλθῃ ἡ ἐπιβουλή. Ὁ δὲ Σύμμαχος, Ἕως ἂν παρέλθῃ ὁ ἐπηρεαστής. Οὐ παύσομαι τοίνυν, φησὶν, ἱκετεύων, ἕως ἂν τῶν ἐπιβουλευόντων ἀπαλλαγῶ. Τοὺς γὰρ ἐπιβουλεύοντας οἱ Ἑβδομήκοντα ἀνομίαν ἀπὸ τοῦ πράγματος προσηγόρευσαν. γʹ. «Κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον, τὸν Θεὸν τὸν εὐεργετήσαντά με.» Τῆς θείας ἐπικουρίας τὴν πεῖραν ἔχων διδάσκαλον, συνήθως ἀπολαῦσαι ταύτης ἀντιβολῶ. Κραυγὴν δὲ τὴν τῆς ψυχῆς προθυμίαν καλεῖ. δʹ. «Ἐξαπέστειλεν ἐξ οὐρανοῦ, καὶ ἔσωσέ με· ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με.» Ἄνωθέν με γὰρ τῆς οἰκείας ἀξιώσας προνοίας, καταγε-