Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1292
Not analysed yet
λάστους ἀπέφηνέ μου τοὺς δυσμενεῖς. Διδάσκει δὲ καὶ ἡ ἱστορία, ὡς ἀναστάντι τῷ Σαοὺλ ἠκολούθησε, καὶ πόῤῥω γενομένῳ τὴν νύκτωρ παρασχεθεῖσαν εὐεργεσίαν δεδήλωκε, καὶ ὅτι λαβὼν ὑποχείριον οὐκ ἐπήνεγκε τὴν πληγήν· ὄνειδος δὲ τοῦτο μέγιστον ἦν τῷ σεσωσμένῳ καταπολεμοῦντι τὸν σεσωκότα. [Διὸ δὴ βοᾷ εὐχαριστῶν·] «Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὑτοῦ, καὶ τὴν ἀλήθειαν αὑτοῦ. [εʹ] Καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων.» Δικαίας, φησὶν, ἀπολαύσας φιλανθρωπίας, τῆς τῶν πολεμίων ἀπηλλάγην θηριωδίας. Λεόντων γὰρ δίκην ἐπίεσαν διασπᾶσαι βουλόμενοι· τὴν δὲ ἀλήθειαν τῷ ἐλέῳ συνέζευξε, τὸ δίκαιον τῆς φιλανθρωπίας δεικνύς. «Ἐκοιμήθην τεταραγμένος.» Τοῦτο ὁ Θεοδοτίων οὕτως ἡρμήνευσεν· Ἐκοιμήθην μετὰ ἀναλισκόντων· ὁ δὲ Ἀκύλας, μετὰ λάβρων· ὁ δὲ Σύμμαχος, μετὰ φλεγόντων. [Ἀντὶ τοῦ, Ἐκοιμήθην σχεδὸν μετὰ ἀναλισκόντων λογισμῶν· λάβρως γάρ με κατέδακνον, ὡς σχεδὸν καὶ καταφλέγειν μου τὴν διάνοιαν.] Εἰκότως τοίνυν ἐταραττόμην μεταξὺ τοιούτων καθεύδειν ἠναγκασμένος, καὶ ὑπὸ τοιούτων κυκλούμενος. Τὸν Σαοὺλ γὰρ, καὶ τοὺς συναναλίσκοντας, καὶ φλέγοντας, καὶ λάβρους, καὶ σκύμνους ὠνόμασε, τὸ θηριῶδες τῆς γνώμης, καὶ τοῦ τρόπου τὸ φονικὸν ἐξηγούμενος. Τοῦτο δὲ καὶ διὰ τῶν ἑξῆς διδάσκει σαφέστερον. «Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη· καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα.» Σκύμνους αὐτοὺς καλέσας, εἰκότως καὶ ὀδόντων ἐμνήσθη, αἰχμαῖς τούτους καὶ βέλεσιν ἀπεικάζων, καὶ τὴν γλῶτταν τεθηγμένῃ μαχαίρᾳ· διὰ πάντων δὲ τὰς μιαιφόνους αὐτῶν σημαίνει βουλάς. ϛʹ. «Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεός· καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.» Ἄξιον δὲ ἐπὶ πᾶσιν ἀνυμνεῖν σε, τὸν ἐν οὐρανῷ μὲν διάγειν ὑπειλημμένον, πᾶσαν δὲ τὴν γῆν ἐμπιμπλῶντα τῆς δόξης. Τοῦτο καὶ ὁ μακάριος ἔφησεν Ἀββακούμ· «Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.» Τὸ δὲ, Ὑψώθητι, ἀντὶ τοῦ· Δεῖξον πᾶσιν ἀνθρώποις τὸ ὕψος σου. ζʹ. «Παγίδα ἑτοίμασαν τοῖς ποσί μου, καὶ κατέκαμψαν τὴν ψυχήν μου. [Καὶ οὐκ ἠρκέσθησαν τούτοις, ἀλλὰ καὶ] ὤρυξαν πρὸ προσώπου μου βό-