Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1293
Not analysed yet
θρον, καὶ ἐνέπεσον εἰς αὐτόν.» Λόχους μοι, φησὶν, ἐπιστήσαντες, καὶ ἐνέδρας καθιστάντες, αὐτοὶ παρ' ἡμῶν ἐλοχίσθησαν καὶ ταῖς οἰκείαις ἐνεπάγησαν πάγαις. ηʹ. «Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου· ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου.» Τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ἑδραία ἡ καρδία μου. Προφανῆ γὰρ ὁρῶν σου τὴν πρόνοιαν, οὐκ ἔτι δέδια τὰ παντοδαπὰ τῶν ἐχθρῶν μηχανήματα· ἀλλ' ἕτοιμός εἰμι καὶ εὐτρεπὴς τοῖς σοῖς ἕπεσθαι ῥήμασι, καὶ τὰς σὰς εὐεργεσίας ὑμνεῖν. θʹ. «Ἐξεγέρθητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα.» Ἑαυτῷ λοιπὸν ἐγκελεύεται τὸν θεῖον ὕμνον ὑφῆναι· δόξαν δὲ οἰκείαν τὴν προφητικὴν χάριν καλεῖ· ἑαυτὸν δὲ ψαλτήριον, καὶ κιθάραν, ὡς ὄργανον γεγενημένον τοῦ Πνεύματος. «Ἐγερθήσομαι ὄρθρου. [ιʹ.] Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν.» Οὐ νῦν, φησὶ, μόνον, ταύτην σοι προσοίσω τὴν ὑμνῳδίαν, ἀλλὰ καὶ τοῦ ἀληθινοῦ φωτὸς ἀνατείλαντος, καὶ τὴν μακρὰν τῆς ἀγνοίας ἀποσκεδάσαντος νύκτα, καὶ τὸν τῆς προσδοκωμένης ἡμέρας ὑποδείξαντος ὄρθρον [οὐ μόνον διὰ τῆς ἐνσάρκου αὐτοῦ πρὸς ἡμᾶς παρουσίας, ἀλλὰ καὶ διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας καὶ ἀναπλάσεως], τῶν ἐθνῶν ἁπάντων καὶ τῶν λαῶν χοροδιδάσκαλος ἔσομαι· καὶ οἷόν τισι χορδαῖς τοῖς ἐκείνων χρώμενος στόμασιν, ᾄσω τὴν χαριστήριον ὑμνῳδίαν. [Τίνος ἕνεκεν, ὦ προφῆτα, εἰπὲ καὶ τὸν τρόπον.] ιαʹ. «Ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου.» Οὐ γὰρ μόνος ὁ οὐρανὸς, καὶ οἱ τοῦτον ἐνδιαίτημα ἔχοντες ἄγγελοι, τὸν σὸν ἔλεον ἔγνωσαν, ἀλλὰ καὶ διὰ τῶν νεφελῶν τὴν ἀλήθειάν σου δεδήλωκας. Νεφέλας δὲ τοὺς τῆς θείας χάριτος ἠξιωμένους ἡ θεία καλεῖ Γραφή. Τοῦτο δὲ καὶ διὰ Ἡσαΐου τοῦ προφήτου ὁ τῶν ὅλων ἡμᾶς διδάσκει Θεός. Εἰρηκὼς γὰρ περὶ τοῦ Ἰσραήλ· «Ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ·» ἐπήγαγε· «Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ' αὐτόν.» Καθάπερ γὰρ ἡ νεφέλη ἑτέρωθεν ὑποδέχεται τῶν ὄμβρων τὰς ἀφορμὰς, οὕτω καὶ προφῆται καὶ ἀπόστολοι ὑπὸ τῆς θείας χάριτος ἐνεργούμενοι. τὴν πνευματικὴν ἀρδείαν προσήνεγκαν ταῖς τῶν ἀνθρώπων ψυχαῖς.