Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1296
Not analysed yet
ιβʹ. «Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.» Διὰ γὰρ τῶν πνευματικῶν νεφελῶν, τῶν προφητῶν, φημὶ, καὶ ἀποστόλων, τῆς ἀληθείας ἀναφανείσης, ὕψιστος ἀνεδείχθη τῶν ὅλων ὁ Κύριος, οὐρανοῦ καὶ γῆς ποιητὴς, ἐν ἁπάσῃ γῇ καὶ θαλάσσῃ παρὰ τῶν ἀνθρώπων ὕμνον δεχόμενος. ΕΡΜΗΝ. ΤΟΥ ΝΖʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, Μὴ διαφθείρῃς, τῷ Δαβὶδ εἰς στηλογραφίαν.» Τῆς αὐτῆς ἔχεται καὶ οὗτος ὁ ψαλμὸς διανοίας. Διηγεῖται γὰρ τὴν τοῦ Σαοὺλ πονηρίαν, [καὶ τῶν κατ' αὐτὸν, τὴν ἐκείνου ἰσόῤῥοπον κεκτημένων γνώμην,] καὶ τῶν λόγων τὸ ψεῦδος. Πολλάκις γὰρ ὀμόσας καταλύειν τὴν ἔχθραν, παρέβη τοὺς ὅρκους, καὶ ταῖς ἐνέδραις ἐχρήσατο. Πάλιν δὲ τὸ, Μὴ διαφθείρῃς, πρόκειται· ἐπειδὴ δὶς λαβὼν ὑποχείριον [ὁ Δαβὶδ τὸν Σαοὺλ] ἀνελεῖν οὐκ ἠθέλησεν. βʹ. «Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθείας κρίνατε, υἱοὶ τῶν ἀνθρώπων.» Ταῦτα πρὸς τὸν Σαοὺλ διεξέρχεται ὀμωμοκότα μηκέτι διώκειν, καὶ παρὰ τοὺς ὅρκους στρατεύσαντα. Σὺ, φησὶ, γενοῦ τῶν ὑπὸ σοῦ δρωμένων κριτὴς, καὶ τὸ κρίνειν πεπιστευμένος, ὀρθὴν ἐξένεγκε καὶ δικαίαν τὴν ψῆφον. [Εἰ δὲ τὴν οἰκείαν νόσον οὐ δύνασαι διαγνῶναι ἢ ἰατρὸς ταύτης γενέσθαι, πῶς ἂν ἑτέροις τὸ τῆς ἀληθείας φάρμακον κατασκευάσεις; Οὐ δύνασαι, φησίν.] γʹ. «Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ· ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκουσιν.» Σὰ, φησὶ, καὶ τὰ τῆς εἰρήνης ῥήματα, καὶ τὰ πονηρὰ βουλεύματα, καὶ τὰ παντοδαπὰ τῶν ἐπιβούλων μηχανήματα· σκόπησον τοίνυν εἰ συμβαίνει τοῖς λόγοις τὰ πράγματα. Ἀλλὰ γὰρ μάτην σοι τὴν ἐμὴν ἐνεχείρισα κρίσιν, δικάζειν οὐκ ἀνεχομένῳ δικαίως. δʹ. «Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρὸς, ἐλάλησαν ψευδῆ.» Πάλαι, φησὶν, ἑαυτοὺς τῆς ἀληθείας χωρίσαντες τὸ ψεῦδος ἠσπάσασθε. [Τοῦτο δὲ, ὡς ἀνωτέρω ἡμῖν εἴρηται, κατακροτεῖ μάλιστα ἐπὶ τοῦ παρόντος· τὸ ψεῦδος καὶ τὸ πρὸς τοὺς πέλας μῖσος λέγων.] Τὸ δὲ ἀπὸ μήτρας καὶ ἀπὸ γαστρὸς προστέθεικεν,