Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1297
Not analysed yet
ὡς τοῦ Θεοῦ πρὸ τῆς διαπλάσεως τὰ κατ' αὐτοὺς ἐγνωκότος. Οὕτω γὰρ καὶ πρὸς τὸν Ἱερεμίαν· «Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε· καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε.» Καὶ πρὸς τὸν Φαραώ· «Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου.» Ἀλλ' οὐχ ἡ πρόγνωσις τοῦ Θεοῦ, ἢ τὸν Φαραὼ πονηρὸν, ἢ τὸν Ἱερεμίαν πεποίηκεν ἅγιον· ἀλλὰ τὸ μέλλον ἔσεσθαι προέγνω ὡς Θεός. εʹ. «Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως.» Μεμίμηνται τοῦ ὄφεως τὸ μνησίκακον καὶ ἐπίβουλον. «Ὡσεὶ ἀσπίδος κωφῆς, καὶ βυούσης τὰ ὦτα αὐτῆς. [ϛʹ.] Ἥτις οὐκ εἰσακούσεται φωνῆς ἐπᾳδόντων, φαρμακοῦται φαρμακευομένη παρὰ σοφοῦ.» Βύουσι δὲ τὰ ὦτα τῇ ἀσπίδι παραπλησίως, ᾗ φίλον τοῦτο ποιεῖν διὰ κακίας ὑπερβολὴν, ὥστε μὴ θέλγεσθαι ταῖς ἐπῳδαῖς, μηδὲ εἴκειν τῷ φαρμάκῳ τῷ κατασκευαζομένῳ παρὰ τοῦ καλουμένου σοφοῦ. Σοφὸν γὰρ ἐνταῦθα καταχρηστικῶς τὸν θηρεπῳδὸν προσηγόρευσεν· ὡς τό· «Σοφοί εἰσι τοῦ κακοποιῆσαι [τὸ δὲ καλοποιῆσαι οὐκ ἔγνωσαν·] καὶ, «Ποῦ σοφός; ποῦ γραμματεύς;» Οὔτε τούτους ὡς ἀληθῶς σοφοὺς ὀνομάζει, ἀλλ' ὡς τοῦτο παρά τισιν εἶναι δοκοῦντας. Ἐπειδὴ γὰρ πολλοῖς πρὸς τὸν Σαοὺλ χρησάμενος λόγοις ὁ μακάριος Δαβὶδ, καὶ δοῦλον ἑαυτὸν ὀνομάσας, κἀκεῖνον κύριον καὶ βασιλέα, καὶ δι' αὐτῶν δείξας τῶν πραγμάτων, ὡς οὐκ ἐφίεται τῆς ἐκείνου σφαγῆς, οὐ πέπεικε καταλῦσαι τὴν ἔχθραν· προσφυῶς αὐτὸν ἀσπίδι παρέβαλλεν, οὐ κωφευούσῃ κατὰ φύσιν, ἀλλὰ καὶ βυούσῃ τὰ ὦτα, καὶ τῆς ἐπῳδῆς ἀπωθουμένῃ τὴν προσβολήν. Τὸ δὲ, Φαρμακοῦται φαρμακευομένη παρὰ σοφοῦ, ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν, Ἐπαστοῦται ἐπῳδαῖς σεσοφισμένου· ὡς εἶναι δῆλον, ὅτι τὴν ἐπῳδὴν ὠνόμασε φάρμακον. [Ὡς ἐκ τούτου δήλην ποιῆσαι τὴν μιαιφονίαν τοῦ Σαοὺλ, εἴρηται ἡμῖν ἀνωτέρω, καὶ τῶν κατ' αὐτὸν, ἐν οἵῳ ἂν ὦσιν ἀξιώματι καὶ βαθμῷ ἢ τόπῳ. Νοήσειεν δέ τις ἂν καλῶς καὶ ταῦτα εἰρῆσθαι κατὰ τῶν αἱρετικῶν, Ἀριανῶν λέγω καὶ Εὐνομιανῶν καὶ Μακεδονιανῶν καὶ τῶν δοκούντων τὰ παραπλήσια ἐκείνοις δόγματα νοσεῖν. Καὶ γὰρ αὐτοὺς ἂν δικαίως καλέσειεν ἐπῳδοὺς καὶ ἐπαοιδούς τις. Ὅτι δὲ μήτηρ ἡ ἐν ἀκαριαίᾳ καιροῦ