Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1300
Not analysed yet
ῥοπῇ ἀποκύουσα τοὺς ἀναγεννωμένους, παρ' ὧν δῆλον τοῖς μεμυημένοις; Καὶ γὰρ εἰώθασι βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος καὶ μετὰ τὴν ἀνάδυσιν τῶν τριῶν καταδύσεων. Ἴστε τί λέγω, οἱ τῆς υἱοθεσίας ἠξιωμένοι. Νόσον χαλεπὴν παραδιδόασι τοῖς δῆθεν παρ' αὐτῶν βαπτιζομένοις μᾶλλον δὲ βυθιζομένοις· οἱ μὲν λέγοντες, Δόξα Πατρὶ δι' Υἱοῦ ἐν ἁγίῳ Πνεύματι· οἱ δὲ, Δόξα Πατρὶ καὶ Υἱῷ ἐν ἁγίῳ Πνεύματι· καὶ οὕτως τὴν ἀδιαίρετον ἀεὶ ὡσαύτως ἔχουσαν ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι προσκυνουμένην θεότητα εἰς τριθεΐαν παραλαμβάνουσιν, μᾶλλον δὲ παραδιδόασι μέγαν καὶ σμικρὸν καὶ σμικρότερον· ἀνισότητος ζυγῷ γλώττῃ μεμηνυίῃ τὴν ἀζυγώτατον, ὡς οἴονται, διατέμνοντες τῆς ἀχράντου θεότητα Τριάδος, καὶ τὴν ἐν οὐσίᾳ μιᾷ, ἐν βασιλείᾳ, ἐν κυριότητι, ἐν θεότητι, ἐν δυνάμει, ἐν δημιουργίᾳ, καὶ ὅσα πρέπει τῇ αὐτῆς μακαριότητι. Τὸν μὲν Θεὸν καὶ βασιλέα, τὸν δὲ Κύριον καὶ ὑπουργὸν ἐκείνου καὶ ποίημα πρὸ τῶν ἄλλων παρ' αὐτοῦ γενόμενον, τὸ δὲ δοῦλον καὶ ὑπουργὸν τοῦ Υἱοῦ, τολμηρῶς οἱ δείλαιοι ἀποκαλεῖν πεφύκασι· πρὸς οὓς μάλιστα εἴρηται ἡ προφητεία. Οὐ γὰρ πρὸς τὸν Σαοὺλ μόνον καὶ τοὺς κατ' αὐτὸν εἴρηκεν τὸ τῆς προφητείας πανάγιον Πνεῦμα διὰ τῆς σεπτῆς γλώττης τοῦ προφήτου.] ζʹ. «Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν.» Ἀλλὰ γὰρ ὁ τῶν ὅλων ἐπόπτης ἀργὰς αὐτοῦ δείξει τὰς καθ' ἡμῶν μηχανάς. «Τὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ Κύριος.» Καὶ ἐν τῷ προτεταγμένῳ ψαλμῷ σκύμνους αὐτοὺς ὠνόμασε, καὶ ἐνταῦθα λέοντας. Τούτου χάριν καὶ ὀδόντων καὶ μυλῶν ἐμνημόνευσε. Μύλας δὲ καλεῖ τοὺς ἐνδοτέρους ὀδόντας, οἷς λεπτύνειν εἰώθαμεν τὴν τροφήν. Διὰ τούτων μέντοι κἀκείνων ἐδίδαξεν, ὡς ὁ τῶν ὅλων Θεὸς τὰς παντοδαπὰς αὐτῶν διαβολὰς διαλύσει. ηʹ. «Ἐξουδενωθήσονται ὡσεὶ ὕδωρ διαπορευόμενον.» Εὐκαταφρόνητοι, φησὶν, ἔσονται, ὕδατι παραπλησίως ἐσκεδασμένῳ, καὶ παντελῶς ἀχρήστῳ. «Ἐντενεῖ τὸ τόξον αὑτοῦ, ἕως οὗ ἀσθενήσουσιν.» Οὐ παύεται γὰρ βάλλων αὐτοὺς ταῖς τιμωρίαις, μέχρις αὐτῶν καταλύσει τὴν δύναμιν,» τῆξιν αὐτῶν καὶ διάλυσιν ἐπάγων.] θʹ. «Ὡσεὶ κηρὸς τακεὶς ἀνταναιρεθήσονται, [τῆς θανατικῆς φθασάσης αὐτοὺς διαπύρου καταιγίδος·] ἔπεσε πῦρ ἐπ' αὐτοὺς, καὶ οὐκ εἶδον τὸν ἥλιον.» Δίκην δὲ κηροῦ πυρὶ πελάζοντος καὶ