Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1301
Not analysed yet
τηκομένου διαλυθήσονται, καὶ τῆς ζωῆς στερηθήσονται. Τοῦτο γὰρ εἶπε· «Καὶ οὐκ εἶδον τὸν ἥλιον·» ὡς τῶν τελευτώντων τὴν ἡλιακὴν οὐ δυναμένων ἰδεῖν ἀκτῖνα. ιʹ. «Πρὸ τοῦ συνιέναι τὰς ἀκάνθας ὑμῶν τὴν ῥάμνον, ὡσεὶ ζῶντας ὡσεὶ ἐν ὀργῇ καταπίεται αὐτούς.» Ὁ δὲ Σύμμαχος σαφέστερον τοῦτο ἡρμήνευσε· Πρὶν ἢ αὐξηθῶσιν αἱ ἄκανθαι ὑμῶν, ὥστε γενέσθαι ῥάμνον, ἔτι ζῶντας ὡς ὁλόξηρον λαίλαψ ἀρεῖ. Ὃ δὲ λέγει, τοῦτό ἐστι. Πᾶσαν μὲν ἁμαρτίαν ἄκανθαν ἡ θεία Γραφὴ καλεῖ· ἡ δὲ ῥάμνος ἄκανθα μέν ἐστι, μεγίστη δὲ, καὶ δένδρον μιμουμένη [καὶ ἰὸν χαλεπώτατον βάλλουσα]. Ἀπειλεῖ τοίνυν ἡ πρόῤῥησις, καὶ τῷ Σαοὺλ, καὶ τοῖς ἐκείνου συνεργοῖς, ταχεῖαν τὴν τιμωρίαν. Πρὶν γὰρ, φησὶν, αὐξηθῇ ὑμῶν ἡ πονηρία, ὥστε ῥάμνῳ ἀπεικασθῆναι, τοῦτ' ἔστι, τῇ μεγίστῃ ἀκάνθῃ, [ἥτις ἐστὶ φαυλοτάτη κακία,] θεήλατος ὑμᾶς πληγὴ καταλήψεται, καὶ φρούδους ἐργάσεται. Τοῦτο γὰρ εἶπε, καταπίεται. Καθάπερ γὰρ τὸ [ὑπὸ τῶν μυλῶν τῶν ὀδόντων λεπτυνόμενον καὶ] καταπινόμενον ἀφανὲς λοιπὸν γίνεται, οὕτω καὶ ὑμεῖς, φησὶ, παραδοθήσεσθε λήθῃ· ὅπερ δὴ καὶ συνέβη. Μετ' ὀλίγον γὰρ χρόνον, ἐν τῷ τῶν ἀλλοφύλων πολέμῳ δεξάμενος τὴν πληγὴν, οὐκ ἔτι τὴν πονηρίαν ἐπηύξησεν [ὁ Σαοὺλ], ἀλλ' ἄκων τὸν κατὰ τοῦ Δαβὶδ κατέλυσε πόλεμον. ιαʹ. «Εὐφρανθήσεται δίκαιος, ὅτ' ἂν ἴδῃ ἐκδίκησιν· τὰς χεῖρας αὑτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ.» Εὐφραίνεται δὲ ὁ τῆς ἀρετῆς φροντιστὴς, τὸν τῆς κακίας ἐργάτην ὁρῶν κολαζόμενον· οὐκ ἐπιτωθάζων ἐκείνῳ, ἀλλὰ τὴν θείαν ὁρῶν προμήθειαν, παρορᾷν οὐκ ἀνεχομένην τοὺς ὑπ' ἐκείνων ἀδικουμένους. Τὰς δὲ χεῖρας αὑτοῦ νίπτεται, οὐ τῷ αἵματι ταύτας φοινίττων καὶ μολύνων· ἀλλὰ δεικνὺς ἑαυτὸν ἀθῶον, καὶ τῆς ἐκείνου πονηρίας κεχωρισμένον. Οὐ γὰρ, ὥς τινες ὑπέλαβον, ἐν τῷ αἵματι νίπτεται, ἀλλ' ἐπὶ τῷ αἵματι νίπτεται, ὡς οὐδεμίαν πρὸς ἐκεῖνον ἐσχηκὼς κοινωνίαν. ιβʹ. «Καὶ ἐρεῖ ἄνθρωπος, Εἰ ἄρα ἐστὶ καρπὸς τῷ δικαίῳ; ἄρα ἐστὶν ὁ Θεὸς κρίνων αὐτοὺς ἐν τῇ γῇ.» Τὸ ἄρα ἐνταῦθα ἀποφαντικῶς κεῖται· λέγει δὲ, ὅτι πᾶς ὀρῶν τὸν δυσσεβείᾳ συνεζηκότα ποινὴν τίσαντα κατὰ τόνδε τὸν βίον, ὁμολογήσει καὶ Θεὸν εἶναι, καὶ ἐφορᾷν τὰ γινόμενα, καὶ σοφῶς ἅπαντα πρυτανεύειν· καὶ τοῖς μὲν δικαίοις τοὺς καταλλήλους ἀπονέμειν