Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1304
Not analysed yet
καρποὺς, τοὺς δὲ τἀναντία προελομένους δίκας εἰσπράττειν, καὶ τὰς ἀξίας τιμωρίας ἐπάγειν. ΕΡΜΗΝ. ΤΟΥ ΝΗʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, Μὴ διαφθείρῃς, τῷ Δαβὶδ εἰς στηλογραφίαν. Ὁπότε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν.» Φθόνῳ δουλεύων ὁ Σαοὺλ τὸν τοῦ Δαβὶδ ἐτύρευε θάνατον· καί ποτε συνεστιώμενον ἠβουλήθη κατακοντίσαι τῷ δόρατι. Ἐκκλίναντα δὲ, καὶ διαφυγόντα τὸν θάνατον, ἐπεχείρησε πάλιν χειρώσασθαι, καί τινας ἀποστείλας, τὴν οἰκίαν φρουρῆσαι προσέταξε, προφανῆ τὴν δυσμένειαν δείξας. Ἀλλ' ἡ μὲν τοῦ Δαβὶδ γαμετὴ, τοῦ δὲ Σαοὺλ θυγάτηρ, γνώριμον μὲν τοῦτο ποιεῖ τῷ ὁμοζύγῳ, καὶ διά τινος αὐτὸν ἀποδράναι παρασκευάζει φωταγωγοῦ. Τὰ κενοτάφια δὲ λαβοῦσα (οὕτω γὰρ ἡ ἱστορία διδάσκει) σχηματίζει τὴν κλίνην, καὶ ἀῤῥωστοῦντος εἰκόνα διὰ τῶν ἱματίων διατυποῖ· καὶ δείκνυσι πόῤῥωθεν τοῖς φρουρῆσαι προστεταγμένοις, ὑπό τινος τὸν Δαβὶδ ἐνοχλεῖσθαι νοσήματος λέγουσα. Ταῦτα μὲν νύκτωρ ἐγένετο· ἡμέρας δὲ γενομένης, κατάδηλον τῷ Σαοὺλ καὶ τοῖς δορυφόροις τὸ δράμα ἐγένετο. Τηνικαῦτα τοίνυν ὁ μακάριος Δαβὶδ, τὴν ἐπιβουλὴν ἐκείνην διαφυγὼν, τὸν ψαλμὸν τοῦτον συνέγραψεν. Ἀλλὰ τῶν μὲν τότε γενομένων ὀλίγα λέγει, τὰ δὲ πλείονα προλέγει, τοῦ θείου Πνεύματος τὴν αἴγλην δεξάμενος, καὶ τὴν κατὰ τοῦ Σωτῆρος [Θεοῦ] ἡμῶν τῶν Ἰουδαίων προθεασάμενος λύτταν. Καὶ γὰρ οἱ Ἰουδαῖοι τὸν δεσποτικὸν διὰ στρατιωτῶν φυλάξαντες τάφον, ἡμέρας γενομένης, τὰ μὲν ἱμάτια εὗρον, τὸν δὲ φυλαττόμενον οὐκ ἔτι εἶδον νεκρόν· ἀνέστη γὰρ καταλύσας τοῦ θανάτου τὸ κράτος. Τὰς οἰκείας τοίνυν ἐπιβουλὰς βλέπων ὁ μακάριος Δαβὶδ, καὶ προθεώμενος ὡς ὁ Θεὸς Ἰσραὴλ, ὁ δημιουργὸς καὶ πάντων Δεσπότης, ὁ ἐξ αὐτοῦ κατὰ σάρκα, χαλεπώτερα παρὰ Ἰουδαίων πείσεται, προλέγει καὶ τῶν ἐθνῶν τὴν κλῆσιν, καὶ τὴν τῶν Ἰουδαίων διασποράν. βʹ. «Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεὸς, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ' ἐμὲ λύτρωσαί με.» Δικαία τοῦ προφήτου ἡ αἴτησις· ἀπαλλαγῆναι γὰρ τῶν ἀδίκως πολεμούντων ἱκέτευσεν. Εἶτα τὸν τούτων διηγεῖται σκοπόν. γʹ. «Ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν, καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με.» Μιαιφόνοι, φη-