Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1305
Not analysed yet
σὶν, οἱ πολέμιοι καὶ παράνομοι, οἷς οὐδ' ἥν τινα οὖν προσενήνοχα βλάβην. δʹ. «Ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου· ἐπέθεντο ἐπ' ἐμὲ κραταιοί.» Παντοδαποῖς χρώμενοι μηχανήμασιν ἀνελεῖν με πειρῶνται, τῇ οἰκείᾳ δυνάμει θαῤῥοῦντες· ἀλλ' εἰκὸς αὐτοὺς προηδικημένους τὴν τιμωρίαν ζητεῖν. εʹ. «Οὔτε ἡ ἀνομία μου, οὔτε ἡ ἁμαρτία μου, Κύριε.» Οὐδὲν, φησὶ, παρ' ἡμῶν εἰς αὐτοὺς γεγένηται λυπηρόν· οὐδέ τι ἐγκαλεῖν ἔχοντες, τὸν ἐμὸν καττύουσι θάνατον. «Ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα.» Ταῦτα ἀληθέστερον οὐ τῷ Δαβὶδ ἁρμόττει, ἀλλὰ τῷ ἐκ Δαβὶδ, καὶ τῷ Κυρίῳ τοῦ Δαβίδ. Ἐκεῖνος γὰρ μόνος ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. [Οὐδεὶς γὰρ δίχα ἁμαρτίας, εἰ μὴ εἷς ὁ Θεός· αὐτός γε οὗτος ὁ ἐκ Δαβὶδ διὰ πολλὴν φιλανθρωπίαν σαρκωθείς.] Ὡς ἐν τύπῳ δὲ καὶ ὁ μακάριος ταῦτα λέγει Δαβίδ· οὐ τὸ παντελῶς ἀναμάρτητον ἑαυτῷ μαρτυρῶν, ἀλλὰ διδάσκων ὡς οὐδὲν τὸν Σαοὺλ ἀδικήσας, ἀλλὰ πολλὰ καὶ πολλάκις εὐεργετήσας, τὰς παντοδαπὰς ἐπιβουλὰς ὑπομένει. Καὶ μὴ οὔσης ἁμαρτίας, κατ' αὐτοῦ ἐπιτρέχουσιν, ἵνα διαρπάξωσι τὸν περὶ αὐτοὺς γενόμενον ἀθῶον. Οὕτω δὲ καὶ ὁ Σύμμαχος ἡρμήνευσε· Μὴ οὔσης ἁμαρτίας, οὕτω τρέχουσιν, ἵνα πατάξωσιν. ϛʹ. «Ἐξεγέρθητι εἰς συνάντησίν μου, καὶ ἴδε.» Σὲ δὲ τούτου, φησὶν, ἱκετεύω γενέσθαι κριτὴν, τὸν ἅπαντα σαφῶς ἐπιστάμενον. «Καὶ σὺ, Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς τοῦ Ἰσραὴλ, πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη.» Τὸ ἀναμάρτητον ἐν μόνῳ θεωρήσας τῷ ἐξ αὐτοῦ κατὰ σάρκα, καὶ τὴν τῶν ὁμοφύλων Ἰουδαίων κατ' αὐτοῦ μανίαν προθεωρήσας τῷ πνεύματι, τὸν τῶν δυνάμεων Κύριον, καὶ τοῦ Ἰσραὴλ ἱκετεύει Θεὸν, καταλιπεῖν μὲν Ἰουδαίους ἀτημελήτους, πᾶσαν δὲ εἰς τὰ ἔθνη μεταθεῖναι τὴν πρόνοιαν, καὶ τῷ τῆς θεογνωσίας καταυγᾶσαι φωτί. Ταῦτα δὲ τοῖς ἔθνεσιν ἀπαγγείλας, καὶ τὰς Ἰουδαίων τιμωρίας προλέγει. «Μὴ οἰκτειρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.» Ἐπειδὴ γὰρ τοῖς προφητικοῖς ὀφθαλμοῖς τὸν σταυρὸν ἑώρα, καὶ ἐπαΐειν ἐδόκει τοῦ