Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1308
Not analysed yet
Κυρίου [τῆς δόξης] λέγοντος· «Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν· οὐ γὰρ οἴδασι τί ποιοῦσι· βδελυττόμενος τὴν τῆς ἀσεβείας ὑπερβολὴν, μηδεμιᾶς αὐτοὺς ἀπολαῦσαι συγγνώμης ἀντιβολεῖ· εἶτα τῆς πνευματικῆς τροφῆς τὴν ἐσομένην αὐτοῖς ἔνδειαν προθεσπίζει. ζʹ. «Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν.» Καθάπερ γὰρ, φησὶ, κύνες νύκτωρ εἰώθασι τὰς τῶν πόλεων περινοστεῖν ἀγορὰς, γαστρὸς ὑπ' ἐνδείας τοῦτο ποιεῖν βιαζόμενοι· οὕτως οὗτοι πάσης πνευματικῆς γυμνοὶ γενήσονται προμηθείας· καὶ οὔτε προφητικῆς ἀπολαύσαντες χάριτος, καὶ τῆς ἀρχιερατικῆς ἐπιμελείας ἔρημοι πάμπαν γενήσονται· καὶ δίκην κυνὸς περιιόντες διατελοῦσιν, οὐδὲ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν, κατὰ τὴν εὐαγγελικὴν φωνὴν, μεταλαχεῖν ἀξιούμενοι. [Εἶτα σαφέστερον τῆς τιμωρίας τὴν αἰτίον διδάσκει.] ηʹ. «Ἰδοὺ αὐτοὶ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν· ὅτι τίς ἤκουσεν;» Τῇ γλώττῃ, φησὶ, τὸν φόνον ἐργάζονται, οἷόν τινα αἰχμὴν καὶ ῥομφαίαν, τοὺς λόγους προφέροντες· μαρτυρεῖ δὲ τοῖς λόγοις τὰ πράγματα Τῇ γὰρ γλώττῃ τὸν Δεσπότην ἐσταύρωσαν, βοήσαντες, «Αἶρε, αἶρε, σταύρωσον αὐτόν· τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.» Τῇ δὲ τοῦ Πιλάτου δορυφορίᾳ τοῖς λόγοις τὸ ἔργον ἐπέθεσαν, καὶ τῷ ἰκρίῳ τὸν Σωτῆρα προσήλωσαν. Τοῦτο καὶ ὁ προφητικὸς ἔφη λόγος· «Αὐτοὶ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν· ὅτι τίς ἤκουσεν;» Ὅτι οἷς προσφέρουσι λόγοις, ἀντὶ ῥομφαίας κέχρηνται. Ταῦτα δὲ, φησὶ, δρῶσιν, ὡς μηδενὸς ἐφορῶντος. Τοῦτο γὰρ δηλοῖ, «Ὅτι τίς ἤκουσεν;» Ὡς μηδενὸς γὰρ μήτε ὁρῶντος, μήτε ἀκούοντος τὰ γινόμενα, καὶ τὰς εὐθύνας εἰσπράττοντος, οὕτω ταῦτα τολμῶσι. Ταύτην γὰρ τὴν διάνοιαν ὁ Σύμμαχος ἡρμήνευσεν. Ἀντὶ γὰρ τοῦ, Ὅτι τίς ἤκουσεν, ὡς μηδενὸς ἀκούοντος τέθεικεν. Τοιγαροῦν τοιαύτην αὐτῶν διάνοιαν προθεωρῶν ὁ Δαβὶδ ἐπάγει λέγων· θʹ. «Καὶ σὺ, Κύριε, ἐκγελάσεις αὐτούς.» Ἐκεῖ-