Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1309
Not analysed yet
νοι μὲν οὖν ἐκεῖνα τολμῶσι· σὺ δὲ καὶ ἀκούεις, καὶ βλέπεις, καὶ γελᾷς αὐτῶν τὴν ματαιότητα. «Ἐξουδενώσεις πάντα τὰ ἔθνη.» Οὐ μόνον γὰρ ἐκείνων, ἀλλὰ καὶ πάντων τῶν ἐθνῶν περιγενέσθαι σοι ῥᾴδιον. Οὕτω καὶ ὁ θεσπέσιος Ἡσαΐας ἔφη, τὴν τῆς θείας δυνάμεως ὑπερβολὴν δεῖξαι φιλονεικῶν, «Εἰ πάντα τὰ ἔθνη, ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς ῥοπὴ ζυγοῦ, καὶ ὡς σίελος ἐλογίσθησαν καὶ λογισθήσονται, τίνι ὁμοιώσατε Κύριον; καὶ τίνι ὁμοιώματι ὁμοιώσατε αὐτόν;» ιʹ. «Τὸ κράτος μου πρὸς σὲ φυλάξω, ὅτι σὺ ὁ Θεὸς ἀντιλήπτωρ μου.» Σὲ, φησὶν, ἔχω τῆς ἐμῆς δυνάμεως ἀντιλήπτορά τε καὶ φύλακα· τῆς γὰρ σῆς ἀπολαύων προμηθείας διατελῶ. ιαʹ. «Ὁ Θεός μου, τὸ ἔλεος αὐτοῦ προφθάσει με.» Προλαμβάνεις ἀεὶ τὰς αἰτήσεις, ὦ Δέσποτα, καὶ διὰ φιλανθρωπίας ὑπερβολὴν οὐκ ἀναμένεις τὰς ἱκετείας. «Ὁ Θεός μου δείξει μοι ἐν τοῖς ἐχθροῖς μου.» Κοινοὺς ἐχθροὺς ὁ προφήτης ἡγεῖται τοὺς τοῦ Σωτῆρος ἐχθρούς. Εἶτα προλέγει τούτοις τὰ ἐσόμενα. ιβʹ. «Μὴ ἀποκτείνῃς αὐτούς· μή ποτε ἐπιλάθωνται τοῦ νόμου σου.» Ἱκετεύω, φησὶ, μὴ πανωλεθρίαν αὐτοὺς ὑπομεῖναι. Εἰσὶ γὰρ ἐν αὐτοῖς πολλοὶ τοῖς τῆς μεταμελείας φαρμάκοις θεραπευόμενοι. «Ἐν γὰρ τῷ θανάτῳ οὐκ ἔστιν ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;» Ποίαν τοίνυν αὐτοὺς βούλει τίσαι ποινήν; «Διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου· καὶ κατάγαγε αὐτοὺς, ὁ ὑπερασπιστής μου, Κύριε.» Εἰς πᾶσαν αὐτοὺς, φησὶ, σκέδασον τὴν οἰκουμένην, καὶ ποίησον σποράδας καὶ μετανάστας· ἐπειδὴ κακῇ κατὰ σοῦ κέχρηνται συμφωνίᾳ. Τίς δὲ αὕτη, διδάσκει. ιγʹ. «Ἁμαρτία τοῦ στόματος αὐτῶν, λόγος χειλέων αὐτῶν.» Σύμφωνα καὶ ταῦτα τοῖς προηρμηνευμένοις. Καὶ γὰρ ἄνω ἔφη· «Ἰδοὺ αὐτοὶ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν.» Καὶ ἐνταῦθα πάλιν τῆς τοῦ στόματος ἁμαρτίας, καὶ τοῦ λόγου τῶν χειλέων κατηγορεῖ· διὰ πάντων διδάσκων, ὡς ἐκείνης τῆς φωνῆς εἰσπράτ-