Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1312
Not analysed yet
τονται δίκας, ἢν συμφώνως ἀφῆκαν, τὴν δικαίαν τοῦ Πιλάτου παραφθείραντες ψῆφον· ἐκείνου γὰρ ὡς ἀθῶον ἀφεῖναι βουλομένου, οὗτοι δὲ ἐβόων· «Αἶρε, αἶρε, σταύρωσον αὐτόν· τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.» Ταῦτα δὲ σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν. Ἀντὶ γὰρ τοῦ, Διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου, οὕτως ἔφη, Ἀναστάτωσον αὐτοὺς ἐν τῇ δυνάμει σου, καὶ κάθελε αὐτοὺς, ὑπερασπιστὰ ἡμῶν, Κύριε, τῇ ἁμαρτίᾳ τοῦ στόματος αὐτῶν, τῷ λόγῳ τῶν χειλέων αὐτῶν. Ἀναστάτους αὐτοὺς, φησὶ, ποίησον, καὶ δούλους ἀντ' ἐλευθέρων ἀπόφηνον· διὰ τὴν ἁμαρτίαν τοῦ στόματος αὐτῶν, καὶ τὸν λόγον τῶν χειλέων αὐτῶν. Οὕτω καὶ ἐπὶ τῆς πυργοποιίας τὴν κακὴν συμφωνίαν τῇ διαφωνίᾳ διέλυσε καὶ τῇ νόσῳ τῆς βλαβερᾶς ὁμονοίας, φάρμακον ἀλεξίκακον προσενήνοχε τῶν γλωσσῶν τὴν διαίρεσιν. «Καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν.» Δι' ὧν, φησὶν, ἐτόλμησαν, διὰ τούτων δότωσαν δίκας· καὶ δουλεύειν οὐκ ἀνεχόμενοι τῷ σεσωκότι Χριστῷ, ἀλλὰ τὴν τοῦ Καίσαρος ἀσπασάμενοι βασιλείαν, τῇ τοῦ Καίσαρος δουλείᾳ παραδοθήσονται. «Καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται. [ιδʹ] Ἐν συντελείᾳ, ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσιν.» Τοῦτο σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν· Συλληφθήτωσαν μετὰ τῆς ὑπερηφανίας αὐτῶν· ἀρὰν καὶ ψεῦδος λαλοῦντας συντέλεσον· ἐν θυμῷ ἀνάλωσον, ἵνα μὴ ὦσιν. Ἐπειδὴ γὰρ συκοφαντίαις ἐχρήσαντο, λέγοντες αὐτὸν προστεταχέναι μὴ δοῦναι Καίσαρ· κῆνσον· καὶ ταῦτα ἀκηκοότες παρεγγυῶντος αὐτοῦ δοῦναι τὰ τοῦ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· καὶ ἀραῖς δὲ πολλαῖς αὐτὸν καὶ λοιδορίαις ἔβαλον. Δι' ἐκείνας ἔφη τὰς ἀρὰς, καὶ τὰς συκοφαντίας, καὶ τὴν ἁμαρτίαν τοῦ στόματος, ταύτην αὐτοὺς ὑπομεμενηκέναι τὴν συντέλειαν. Συντέλειαν δὲ οὐ τὴν πανωλεθρίαν καλεῖ, ἀλλὰ τὸ μηκέτι αὐτοὺς λαὸν χρηματίζειν Θεοῦ. Ἐσκεδασμένοι γὰρ κατὰ τὴν οἰκουμένην, καὶ Ῥωμαίοις δουλεύειν ἠναγκασμένοι, τῆς νομικῆς λατρείας ἐστέρηνται· πόῤῥω τῆς πολυθρυλλήτου διάγουσι μητροπόλεως, τῆς βασιλικῆς ἔρημοι κηδεμονίας γεγένηνται· ἱερατικῆς ἐπιμελείας οὐκ ἀπολαύουσι, τῆς προφητικῆς ἐγυμνώθησαν χάριτος. Τὸ τοίνυν, οὐχ ὑπάρξουσιν, ἀντὶ τοῦ, Εἰς λαὸν οὐκέτι, φησὶ, καθ' ἑαυτοὺς πολιτεύσονται, μόνην οἰκοῦντες τὴν Παλαιστίνην, καὶ λαὸς Θεοῦ χρηματίζοντες. Συντελείας δὲ τὰς παν-