Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1313
Not analysed yet
τοδαπὰς καλεῖ τιμωρίας. Καὶ γὰρ ἐπὶ Γαΐου τοῦ τετάρτου Καίσαρος κινδύνους μεγίστους ὑπέμειναν· καὶ μέντοι καὶ ἐπὶ Νέρωνος πολλαῖς περιέπεσον συμφοραῖς. Καὶ Οὐεσπασιανὸς τὰς πλείστας τῆς Ἰουδαίας ἐπολιόρκησε πόλεις· καὶ Τῖτος προσεδρεύσας τοῖς Ἱεροσολύμοις, καὶ τὴν πόλιν ἐξεπόρθησε, καὶ τοὺς τὸν θάνατον διαφυγόντας ἐξανδραποδίσας, δορυαλώτους ἀπήγαγε. Καὶ ἄλλοις δὲ παντοδαποῖς μετὰ ταῦτα περιέπεσον ἀλγεινοῖς· καὶ νῦν δὲ ὡσαύτως ἐν αἷς παροικοῦσι πόλεσιν, ἀφορμῆς τινος γινομένης, πολλάκις τὰ ἀνήκεστα πάσχουσι, τῆς ἀρᾶς, καὶ τοῦ ψεύδους, καὶ τῆς ἁμαρτίας τοῦ στόματος ἀπαιτούμενοι δίκας· καὶ δι' αὐτῶν μανθάνουσι τῶν πραγμάτων, ὅτι τῶν ἁπάντων ἐστὶ Κύριος καὶ Δεσπότης ὁ σταυρωθείς. Τοῦτο γὰρ καὶ ὁ προφήτης ἔφη· «Καὶ γνώσονται ὅτι ὁ Θεὸς δεσπόζει τοῦ Ἰακὼβ, καὶ τῶν περάτων τῆς γῆς.» Τοῦτο γὰρ δὴ τὸ παράδοξον, ὅτι πρὸ τοῦ σταυροῦ, καὶ ὑπ' αὐτῶν ἠπιστεῖτο τῶν Ἰουδαίων· μετὰ δὲ τὸ ἐπονείδιστον ἐκεῖνο πάθος, πάσης ὁ σταυρωθεὶς δεσπόζει τῆς οἰκουμένης· τῶν μὲν ἑκόντων προσκυνούντων, τῶν δέ γε ἀπιστούντων φόβῳ δουλεύειν ἠναγκασμένων. ιεʹ. «Ἐπιστρέψουσιν εἰς ἑσπέραν· καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν.» Ἐπειδὴ γὰρ εἶπεν· «Ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσιν·» ἵνα μή τις ἐναντίως εἰρηκέναι νομίσῃ τὸν προφήτην τὸ, «Διασκέδασον αὐτοὺς ἐν τῇ δυνάμει σου,» εἰκότως τῇ ταυτολογίᾳ ἐχρήσατο, καί φησιν, αὐτοὺς κυνῶν δίκην λιμῷ τηκομένων, καὶ νύκτωρ τὴν πόλιν περινοστούντων, διάξειν οὐδεμιᾶς πνευματικῆς τροφῆς ἀπολαύοντας. Ἐναλλαγὴ γὰρ πραγμάτων ἐγένετο. Καὶ Ἰουδαῖοι μὲν, οἱ πάλαι υἱοὶ, διὰ τὴν οἰκείαν πονηρίαν, τὴν τῶν κυνῶν ἔλαχον τάξιν· τὰ δὲ ἔθνη, πάλαι κυσὶν ἐοικότα, τῆς τῶν υἱῶν ἠξιώθησαν τιμῆς. ϛʹ. «Αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν· ἐὰν δὲ μὴ χορτασθῶσι, καὶ γογγύσωσιν.» Τοῦτο ὁ Σύμμαχος τῷ προτέρῳ ἀποδέδωκεν. Ἔφη δὲ οὕτως· Ἀνακαμπτέτωσαν ἑσπέρας, θορυβείτωσαν ὡς κύνες περιερχόμενοι πόλιν, ῥεμβόμενοι, ἵνα μὴ ἀχόρταστοι αὐλισθῶσι. [Τούτου γὰρ, φησὶ, χάριν οἱ κύνες περινοστοῦσι νύκτωρ τροφήν τινα ζητοῦντες, ἵνα μὴ ἀχόρταστοι αὐλισθῶσι· πᾶσα γὰρ αὐτοῖς ἡμέρα οὐ μόνον ἑσπέρα, ἀλλὰ καὶ νὺξ, τοῦ νέφους τῆς ἀπιστίας ἐπικειμένου αὐτοῖς.] Κατὰ δὲ τοὺς Ἑβδομήκοντα οὕτω νοητέον· ὅτι κυνῶν δίκην καὶ οὗτοι κατὰ τὴν οἰκουμένην ἐσκεδασμένοι, τὴν πνευματικὴν ἐπιζητοῦσι τροφήν· οὐχ εὑρίσκοντες δὲ