Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1316
Not analysed yet
ταύτην, διὰ τὸ μὴ πιστεύειν τῷ ὑπὸ πάντων προκεκηρυγμένῳ τῶν προφητῶν, θορυβάζουσι καὶ γογγύζουσι, τὴν ἀχάριστον καὶ ἐν τούτῳ γνώμην ἐπιδεικνύντες. ιζʹ. «Ἐγὼ δὲ ᾄσομαι τὴν δύναμίν σου, καὶ ἀγαλλιάσομαι τὸ πρωῒ τὸ ἔλεός σου.» Ἐκεῖνοι μὲν οὖν ἐκεῖνα τολμῶντες, τοσαῦτα πείσονται· ἐγὼ δὲ τὸν σὸν ἔλεον ἀνυμνήσω· καὶ τοῦ νοεροῦ σου φωτὸς ἀνατείλαντος, καὶ τῇ οἰκουμένῃ δεδωκότος τὸν ὄρθρον, τὸν ἀμέτρητόν σου οἶκτον ἐν ἁπάσαις ταῖς ἐκκλησίαις δοξάσω. «Ὅτι ἐγενήθης ἀντιλήπτωρ μου, καὶ καταφυγή μου, ἐν ἡμέρᾳ θλίψεώς μου. [ιηʹ] Βοηθός μου εἶ, σοὶ ψαλῶ· ὅτι ὁ Θεὸς ἀντιλήπτωρ μου εἶ. Ὁ Θεός μου τὸ ἔλεός μου.» Ἀπήλαυσα γὰρ τῆς σῆς ἐπικουρίας ἀεί· καὶ διὰ τὴν σὴν πρόνοιαν τὰς προσπεσούσας διέφυγον συμφοράς. Οὗ δὴ χάριν σὲ μόνον οἶδα Θεὸν, καί σε πηγὴν ἐλέους καὶ φιλανθρωπίας καλῶ. Ταῦτα ὁ μακάριος Δαβὶδ πόῤῥωθεν προφητικοῖς ἰδὼν ὀφθαλμοῖς, καὶ τὰς Ἰουδαίων προείρηκε συμφορὰς, καὶ αὐτὸς ὑμνήσειν ἀεὶ τὸν Δεσπότην ὑπέσχετο· καὶ πληροῖ γε τὰς ὑποσχέσεις διὰ τῶν εὐσεβῶν τὴν ὑμνῳδίαν προσφέρων. [Ὥσπερ γὰρ μετὰ τὴν νύκτα ἐν ὄρθρῳ ἀνατείλαντος τοῦ ἡλίου φωτίζεται πᾶσα ἡ ὑπ' οὐρανόν· οὕτω ἡ παρουσία τοῦ ἡλίου τῆς δικαιοσύνης τὸ μὲν σκότος τῆς ἁμαρτίας ἠφάνισεν, τὸ δὲ φῶς τῆς θεογνωσίας τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐχαρίσατο, καὶ παρέχων ὁσημέραι οὐ παύεται.] ΕΡΜΗΝ. ΤΟΥ ΝΘʹ ΨΑΛΜΟΥ. αʹ, βʹ. «Εἰς τὸ τέλος, τοῖς ἀλλοιωθησομένοις, εἰς στηλογραφίαν, τῷ Δαβὶδ εἰς διδαχήν. Ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν Συρίαν Σωβὰλ, καὶ ἐπέστρεψεν Ἰωὰβ, καὶ ἐπάταξε τὸν Ἐδὼμ ἐν τῇ φάραγγι τῶν ἁλῶν, δώδεκα χιλιάδας.» Ταῦτα μὲν ἤδη καὶ γεγένηται, καὶ ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν ἀναγέγραπται. Ἡ δὲ εἰς τὸ τέλος ἐπιγραφὴ διδάσκει νοεῖν, ὡς τῇ ἱστορίᾳ καὶ προφητείᾳ τις ἀνακέκραται· καὶ πρόσκειται τῇ ἐπιγραφῇ καὶ, «Τοῖς ἀλλοιωθησομένοις.» Ἡ δὲ ἀλλοίωσις μεταβολήν τινα αἰνίττεται, καὶ μεταβολὴν οὐ γεγενημένων, ἀλλ' ἐσομένων πραγμάτων. Οὐ γὰρ εἶπεν· Τοῖς ἀλλοιωθεῖσιν, ἀλλὰ Τοῖς ἀλλοιωθησομένοις. Καὶ ἡ στηλογραφία δὲ τῆς νίκης σημαντική· ἐν κεφαλαίῳ δὲ τῆς προφητείας