Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1317
Not analysed yet
τὴν ὑπόθεσιν ἀναγκαῖον εἰπεῖν. Τὰς προειρημένας νίκας νενικηκὼς ὁ μακάριος Δαβὶδ, προεῖδε τοῖς τοῦ πνεύματος ὀφθαλμοῖς τὴν ἐσομένην τοῦ λαοῦ παρανομίαν, καὶ τὴν δι' αὐτὴν συμβησομένην αἰχμαλωσίαν. Προεῖδε δὲ καὶ τὴν ἐκεῖθεν θείᾳ χάριτι γενησομένην ἐπάνοδον, καὶ ἀναγκαῖον ᾠήθη καὶ τὰ λυπηρὰ καὶ τὰ θυμήρη προγράψαι, εἰς ὠφέλειαν τῶν ἐπ' ἐκείνων τῶν πραγμάτων ἐσομένων ἀνθρώπων. γʹ. «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς.» Ἐνταῦθα τὴν αἰχμαλωσίαν προλέγει· εἶτα τοῦ Θεοῦ τὸ δίκαιον καὶ φιλάνθρωπον. «Ὠργίσθης καὶ ᾠκτείρησας ἡμᾶς.» Διὰ μὲν γὰρ τὰς παρανομίας ὠργίσθης, μετὰ δὲ τὴν τιμωρίαν ἠλέησας. δʹ. «Συνέσεισας τὴν γῆν, καὶ συνετάραξας αὐτήν.» Τὰς τῶν Ἀσσυρίων καὶ Βαβυλωνίων ἐφόδους διὰ τούτων ἐδήλωσε· σεισμοῦ γὰρ δίκην ἄρδην ἠφάνισαν ἅπαντα. Εἶτα τὴν φιλανθρωπίαν αἰτεῖ. «Ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη.» Πάλιν τὰ γεγενημένα διέξεισι. εʹ. «Ἔδειξας τῷ λαῷ σου σκληρά.» Ποῖα ταῦτα; «Ἐπότισας ἡμᾶς οἶνον κατανύξεως.» Τῷ πλήθει, φησὶ, τῶν συμφορῶν, καθάπερ οἴνῳ τινὶ, κάρον ἡμῖν ἐνεποίησας, καὶ ὀδύνης ἐνέπλησας τὰς ἡμετέρας ψυχάς. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσεν· Ἐπότισας ἡμᾶς οἶνον καρώσεως. ϛʹ. «Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.» Τοῦτο σαφέστερον ὁ μακάριος Ἰεζεκιὴλ ὁ προφήτης διδάσκει. Ἑωρακέναι γὰρ ἄγγελον ἔφη, ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων προστεταγμένον ἅπασαν τὴν πόλιν περινοστῆσαι, καὶ ἐπιθεῖναι τοῖς μετώποις σημεῖον τῶν καταστενόντων ἐπὶ ταῖς τοῦ λαοῦ παρανομίαις. Ἀλλ' ἐκεῖνα τύπος τῶν ἡμετέρων· τὸ γὰρ ἀληθὲς σημεῖον ἡμεῖς παρὰ τῆς θείας ἐλάβομεν χάριτος· ᾧ κεχρημένοι κρείττους τῶν τοῦ δυσμενοῦς γινόμεθα τοξευμάτων. ζʹ. «Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου.» Τούτῳ δὲ, φησὶ, τῷ σημείῳ τοὺς ἀνακειμένους σοι διαφυλάττεις, οἳ διὰ τὴν οἰκείαν ἀρετὴν τῆς φιλοστοργίας ἠξίωνται, [ἀπαθανατιζόμενοι διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας. Καλῶς οὖν ἐπήγαγεν ὁ προφήτης·] «Σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου.» Μετάβαλλε, φησὶ, τὰς ἐπικειμένας τῷ λαῷ