Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1320
Not analysed yet
σου συμφοράς· καὶ οἷόν τινι δεξιᾷ, τῇ σῇ κηδεμονίᾳ κειμένους ἀνάστησον [ὅτι δὲ δεξιὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ μονογενὴς αὐτοῦ Υἱὸς ὀνομάζεται, οὐκ ἀμφιβάλοι τις τῶν πιστευόντων εἰς αὐτόν]. Οὕτω προσενεγκὼν τὴν δέησιν [ὁ προφητικὸς νοῦς,] δέχεται τὴν ἀπόκρισιν, καὶ ταύτην οὐκ ἀνέχεται κρύψαι, ἀλλὰ πάντας διδάσκει. ηʹ. «Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὑτοῦ.» Τουτέστι, διὰ τῆς τοῦ παναγίου Πνεύματος χάριτος ὀργάνῳ τῇ τοῦ προφήτου χρησαμένης γλώττῃ. «Ἀγαλλιάσομαι, καὶ διαμεριῶ Σίκιμμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω.» Σίκιμμα, ἡ τοῦ τῷ Ἰωσὴφ ὑπὸ τοῦ Ἰακὼβ καταλειφθεῖσα πόλις. Ἐν ταύτῃ δὲ ὁ Ἐφραῒμ, μετὰ τὴν διαίρεσιν τῶν φυλῶν, ἐπήξατο βασιλείαν· Κοιλάδα δὲ σκηνῶν τὴν τῶν Ἰσραηλιτῶν λέγει χώραν, ὡς ἔρημον γεγενημένην, καὶ ποιμενικὰς τηνικαῦτα σκηνὰς δεξαμένην. Ὑπισχνεῖται τοίνυν ὁ τῶν ὅλων Θεὸς, ἐπανάγειν τοὺς γεγενημένους δορυαλώτους, καὶ τὴν πατρῴαν αὐτοῖς διανέμειν γῆν· καὶ οὕτως αὐτὴν οἰκητόρων πληρώσειν, ὡς καὶ περὶ μέτρων τοὺς ἐνοικοῦντας φιλονεικεῖν· καὶ τούτῳ κεχρημένους, τὴν τῆς γῆς ποιεῖσθαι διανομήν. θʹ. «Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσὴς, καὶ Ἐφραῒμ κραταίωσις τῆς κεφαλῆς μου.» Γαλαὰδ οὐ φυλῆς [ὄνομα], ἀλλὰ τόπου· ὁ Μανασσὴς δὲ φυλῆς ἐπώνυμος. Τὴν δὲ Γαλααδῖτιν ἄνωθεν ἐκληρώσατο γῆν. Οἰκείαν τοίνυν λέγει καὶ τὴν φυλὴν, καὶ τὴν τούτου γῆν, καὶ τὴν ἐπάνοδον προμηνύων, καὶ τῶν χωρίων ἐκείνων τὴν οἴκησιν· καὶ τῷ Ἐφραῒμ δὲ ὑπισχνεῖται τὴν προτέραν ἀποδώσειν ἰσχύν. Ἀντὶ δὲ τῆς κεφαλῆς μου, ὁ Σύμμαχος ἀρχῆς μου τέθεικε· ἀντὶ τοῦ, πρόμαχον αὐτὸν ὡς πάλαι καταστήσω. «Ἰούδας βασιλεύς μου.» Ἐπειδὴ γὰρ μετὰ τὴν ἐπάνοδον ἀδιαίρετοι μεμενήκασιν αἱ φυλαί· μόνον δὲ τὸν ἐξ Ἰούδα Ζοροβάβελ εἶχον ἡγεμόνα καὶ βασιλέα· εἰκότως τὸν μὲν Ἐφραῒμ κραταίωσιν κεφαλῆς, ἢ τῆς ἀρχῆς προσηγόρευσε, τὸν δὲ Ἰούδαν βασιλέα. Τὸ δὲ βασιλεύς μου, ἀντὶ τοῦ, ὑπ' ἐμοῦ χειροτονούμενος βασιλεὺς, καὶ τοῦ ἐμοῦ βασιλεύων λαοῦ. Οὕτω καὶ παρὰ τῷ Ἡσαΐᾳ· «Τάδε λέγει Κύριος· Τῷ χριστῷ μου Κύρῳ,» τουτέστι, τῷ ὑπ' ἐμοῦ κεχρισμένῳ [καὶ κεχειροτονημένῳ]. ιʹ. «Μωὰβ λέβης τῆς ἐλπίδος μου.» Τοῦτο ὁ Ἀκύλας οὕτως ἡρμήνευσε· Μωὰβ λέβης τοῦ λουτροῦ μου.