Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1321
Not analysed yet
Ὁ δὲ Σύρος, κάδος τῆς πλύσεώς μου. Ἐπειδὴ γὰρ ἐν τοῖς τοιούτοις σκεύεσι, καὶ τοὺς πόδας ἀπονίπτειν, καὶ τὴν τοῖς ποσὶν ἐῤῥυπωμένην ἐσθῆτα ἀποῤῥύπτειν εἰώθαμεν, τὴν ὑποταγὴν τοῦ Μωὰβ διὰ τοῦ κάδου τῆς πλύσεως παρεδήλωσε. Καὶ ὁ λέβης δὲ ἐπὶ τιμωρίᾳ κεῖται παρὰ τῇ θείᾳ Γραφῇ. Οὕτω καὶ ὁ μακάριος Ἰεζεκιὴλ διδάσκει, λέβητα προσταχθεὶς καλέσαι τὴν Ἱερουσαλὴμ, κρέας δὲ τοὺς ἐνοικοῦντας, πῦρ δὲ τὸν Βαβυλώνιον, ζωμὸν δὲ τὴν ἀναγκαίαν τροφήν. Οὗ ἐπιλελοιπότος κατεκαίετο τὰ κρέα. Οὕτω καὶ ὁ μακάριος Ἱερεμίας λέβητα ὑποκαιόμενον εἶδεν· καὶ τὸ πρόσωπον αὐτοῦ ἀπὸ προσώπου βοῤῥᾶ. Λέγει τοίνυν, ὅτι καὶ Μανασσὴς τὴν οἰκείαν ἀπολήψεται γῆν· καὶ ὁ Ἐφραῒμ τὴν προτέραν ἀνακτήσεται δύναμιν· καὶ ὁ Ἰούδας πάντων ἀναγορευθήσεται βασιλεύς· Μωαβῖται δὲ αὐτοῖς ὑποταγήσονται, τὴν ἄμαχον αὐτῶν θεώμενοι ῥώμην. Οὐ μόνον δὲ ἐκεῖνοι, ἀλλὰ καὶ Ἰδουμαῖοι, καὶ ἀλλόφυλοι. «Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου. Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.» [Οὐκ ἂν δὲ διαμάρτοι τις θεωρήσας λέβητα μὲν τὴν θείαν κολυμβήθραν τιμωροῦσαν μὲν καὶ καταφλέγουσαν καὶ ἐξαφανίζουσαν τὴν ἁμαρτίαν, ἀναζωπυροῦσαν δὲ τῷ θείῳ Πνεύματι καὶ ἀναπλάττουσαν καὶ ἀποτρίβουσαν τὸν βρότον, εἴ τ' οὖν τὸν ῥύπον τῶν πλημμελειῶν τῶν δι' αὐτῆς ἀνακαινιζομένων. Καὶ τὸ, «Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου,» Οὐ μόνον βαδίσω, φησὶ ὁ ἐκ Δαβὶδ Κύριος τῆς δόξης, ἐπὶ τὴν Ἰδουμαίαν, ἀλλ' ὡσανεὶ δι' ὑποδημάτων ἐμῶν διὰ τῶν θείων ἀποστόλων τὸ τῆς χάριτος Εὐαγγέλιον κηρύξω· οὐκ ἐν αὐτῇ μόνον, ἀλλὰ καὶ ἐν πᾶσι τοῖς ἔθνεσιν.] Πρὸς γὰρ τοῖς Μωαβίταις, καὶ τοὺς Ἰδουμαίους δουλώσομαι, καὶ τοὺς ἀλλοφύλους ὑποταγῆναι καταναγκάσω. Ἀλλοφύλους μέντοι καλεῖ τοὺς Παλαιστινοὺς ἡ θεία Γραφὴ, οὐχ ὡς τῶν ἄλλων ἐθνῶν ὁμοφύλων ὄντων, ἀλλ' ὡς τῶν ἄλλων μὲν ἀφεστηκότων, τούτων δὲ οὐ μόνον ὁμόρων ὄντων, ἀλλὰ καὶ μεταξὺ κατοικούντων. Οὕτως Ἰεβουσαῖοι τὴν Ἱερουσαλὴμ ᾤκησαν ἐπὶ πλεῖστον· οὕτως Γαβαωνῖται τὴν Γαβαώ· καὶ Γαζαῖοι δὲ, καὶ Ἀσκαλωνῖται, καὶ οἱ ἄλλοι πλησίον ᾤκουν. Καὶ ταῦτα σαφέστερον αἱ ἱστορίαι διδάσκουσιν. Οὕτω ταῦτα ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων διδαχθεὶς ὁ προφήτης, ἰδεῖν ἐφίεται τοῦ λαοῦ τὴν μετὰ τὴν ἐπάνοδον εὐκληρίαν· καί φησιν· ιαʹ, ιβʹ. «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; Οὐχὶ σὺ, ὁ Θεὸς, ὁ ἀπωσάμενος ἡμᾶς;» [Οὐδὲ γὰρ ἦν ἑτέρου τῆς τοιαύτης ἡμᾶς ἀξιῶσαι προμηθείας.] Πόλιν περιοχῆς τὴν Ἱερουσαλὴμ καλεῖ. Ταύτην ὁ Σύμμαχος πεφραγμένην ἡρμήνευσεν. Ἐπειδὴ γὰρ ἀνάστατος ἐγεγόνει, καὶ ἐστέρητο τῶν τειχῶν, μετὰ