Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1324
Not analysed yet
δὲ τὴν ἐπάνοδον, τοὺς οἰκείους ἀπέλαβε περιβόλους, ἰδεῖν αὐτὴν ὁ προφήτης τετειχισμένην ποθεῖ, καὶ ἕως Ἰδουμαίας ὡς βασιλεὺς δραμεῖν, καὶ ἰδεῖν τοὺς ἀεὶ δυσμενεῖς δουλεύειν ἠναγκασμένους. Ταῦτα δὲ, φησὶ, σὺ δράσον, Κύριε, ὁ ἀπωσάμενος ἡμᾶς, καὶ τῇ τῶν Βαβυλωνίων παραδοὺς δυναστείᾳ· οὕτως τὰ ἀγαθὰ προθεσπίσας, ὑπὲρ τῶν ἀνιαρῶν ἱκετεύει. «Καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεὸς, ἐν ταῖς δυνάμεσιν ἡμῶν.» Ὁρᾷς ἡμᾶς, φησὶν, οὕτω πικρῶς πολεμουμένους, καὶ οὐ στρατηγεῖς, οὐδὲ ἀριστεύεις συνήθως. [Διὰ δὴ ταῦτα] ιγʹ. «Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου.» Τὸν καί σύνδεσμον ἀναλλάξας ὁ Σύμμαχος, σαφέστερον τὴν ἑρμηνείαν εἰργάσατο. Ἔφη δὲ οὕτως· Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως· ματαία γὰρ σωτηρία ἀνθρώπου. Ἐπάμυνον, φησὶν, διακειμένοις κακῶς· σοὶ γὰρ μόνῳ δυνατὸν διαλῦσαι τὰς συμφοράς· αἱ δὲ τῶν ἀνθρώπων ἐπικουρίαι, σοῦ μὴ ὄντος, μάταιοι. Διὸ εἰκότως ἐπήγαγεν· ιδʹ. «Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν.» [Ἀντὶ τοῦ, ἐπ' αὐτὸν ἐπιστρέψωμεν, καὶ αὐτῷ λατρεύσαντες κηδεμόνα αὐτὸν ὁρισώμεθα.] «Καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.» Τὴν αὐτοῦ, φησὶν, ἐπικαλεσώμεθα πρόνοιαν, καὶ ταύτῃ θαῤῥήσωμεν· αὕτη γὰρ ἀρκεῖ μόνη λῦσαι τὰ χαλεπὰ, καὶ τῶν πολεμούντων ἡμῖν καταλῦσαι τὴν δυναστείαν. ΕΡΜΗΝ. ΤΟΥ Ξʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ἐν ὕμνοις τῷ Δαβίδ.» Τῷ τέλει τοῦ προγεγραμμένου ψαλμοῦ ἀκολουθεῖ τοῦδε τοῦ ψαλμοῦ τὸ προοίμιον. Εἰρηκὼς γὰρ, «Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς,» διδάσκει τὸν ἐν τῇ αἰχμαλωσίᾳ λαὸν, ὁποίαν προσήκει προσενεγκεῖν τῷ Θεῷ προσευχήν. [Προλέγει δὲ καὶ τοῦ Δεσπότου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν τὴν δι' ἡμᾶς οἰκονομίαν καὶ τὴν ἐπιστροφὴν τοῦ ἐξ ἐθνῶν λαοῦ.] βʹ. «Εἰσάκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου· πρόσχες τῇ προσευχῇ μου.» Δέξαι μου, φησὶν, τὴν ἱκετείαν, ὦ Δέσποτα, καὶ εὐμενῶς ἄκουσον τῶν τῆς προσευχῆς μου ῥημάτων. [Ταῦτα δὲ δικαίως εἴποι καὶ πᾶς ὅστις ἂν τῶν ἀνθρώπων περιστάσει περιπέσοι· διὰ τούτων ἀντιβολῶν δεκτὴν γενέσθαι τὴν ἱκετείαν καὶ τῆς ἐκεῖθεν προμηθείας ἀξιοῦσθαι.] Εἶτα διδάσκει τίνες οἱ εὐχόμενοι. γʹ. «Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.» Ἐπειδὴ γὰρ πολλοῖς σταθμοῖς ἡ Βαβυλὼν τῆς Παλαιστίνης ἀφέστηκε, τὰς ἐσχατιὰς ὑπελάμβανον τῆς οἰκουμένης οἰκεῖν οἱ ἐξανδραποδι-