Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1325
Not analysed yet
σθέντες, κἀκείνην ἠναγκασμένοι τὴν γῆν οἰκεῖν. «Ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου ἐν πέτρᾳ ὕψωσάς με.» Ἱκετεύω δέ σε τῆς παρὰ σοῦ ψυχαγωγίας τυχεῖν. Ὀδυνώμενος γὰρ, καὶ τὰς ἐπικειμένας ὀλοφυρόμενος συμφορὰς, τῆς σῆς ἐπικουρίας ἀπήλαυσα, καὶ τῶν πολεμίων ὑπέρτερος ἐγενόμην. [Εἴρηται δὲ τοῦτο ἐκ προσώπου μὲν τῶν ἀνδραποδισθέντων ἀπὸ τῆς Ἱερουσαλὴμ ἐν τῇ Βαβυλῶνι καὶ τυχόντων τῆς ἀνακλήσεως· ἁρμόττει δὲ καὶ ἑκάστῳ τῷ διὰ μετανοίας τὴν ἑαυτοῦ πραγματευομένῳ σωτηρίαν, καὶ μηκέτι περὶ τῆς ἀτραποῦ βαδίζοντι, ἀλλὰ τὴν μόνην καὶ ἀκλινῆ βαδίζοντι ὁδόν· καὶ δῆλον διὰ τῶν ἑξῆς.] «Ὡδήγησάς με. [δʹ.] Ὅτι ἐγενήθης ἐλπίς μου· πύργος ἰσχύος, ἀπὸ προσώπου ἐχθροῦ.» Τῆς σῆς προνοίας μετασχεῖν ἐλπίσας, οὐ διήμαρτον τῆς ἐλπίδος· ἐγένου γάρ μου καὶ ποδηγὸς, καὶ πύργος ἰσχυρός. Διὰ γὰρ τῆς σῆς κηδεμονίας τὰς τῶν ἐχθρῶν ἐπιβουλὰς διαδρὰς, τεύξομαι τῆς ἐπανόδου. εʹ. «Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας· σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου.» Σκήνωμα τοῦ Θεοῦ τὴν Ἱερουσαλὴμ ὀνομάζει. Ἐν ἐκείνῃ γὰρ ἐποιεῖτο τὴν πρὸς αὐτοὺς ἐπιφάνειαν. Λέγει τοίνυν, ὅτι Τῆς ἐπανόδου τετυχηκὼς, ἐνδελεχῶς τῷ σῷ προσεδρεύσω νεῷ, καὶ τῆς παρὰ σοῦ προνοίας ἀπολαύσω. Πτέρυγας γὰρ τὴν τοῦ Θεοῦ κηδεμονίαν καλεῖ. Τὸ δὲ εἰς τοὺς αἰῶνας, ἀντὶ τοῦ διηνεκῶς τέθεικεν. ϛʹ. «Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου· ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.» Ὑμνῶ δέ σε διαπαντὸς, ἐπειδὴ τὰς ἐμὰς δεξάμενος ἱκετείας, τὴν ἐπαγγελθεῖσαν τοῖς προγόνοις ἡμῶν κληρονομίαν ἡμῖν τοῖς ἐκείνων ἐκγόνοις ἀπέδωκας. Ταῦτα δὲ λέγουσιν εὐθὺς ἁψάμενοι τῆς ὁδοῦ. Ἰστέον μέντοι, ὅτι καὶ τῆς ἀληθοῦς κληρονομίας αἰνίγματα ἔχει τὰ προκείμενα ῥήματα· κληρονομία δὲ ἀληθὴς, ἡ αἰώνιος ζωὴ, περὶ ἧς ἔφη ὁ Δεσπότης Χριστὸς τοῖς ἐκ δεξιῶν ἀμνοῖς· «Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου· κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου.» Ταύτην τὴν κληρονομίαν τοῖς φοβουμένοις αὐτὸν δώσειν ὁ Δεσπότης ὑπέσχετο· καὶ τούτοις δὲ ὡς ἐν τύπῳ τὴν ἐπηγγελμένην ἀπέδωκε γῆν. ζʹ, ηʹ. «Ἡμέρας ἐφ' ἡμέρας τοῦ βασιλέως