Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1328
Not analysed yet
προσθήσεις· τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς. Διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ.» Οὕτως ἱκετεύσαντες, καὶ τὰς αἰτήσεις δεξάμενοι, καὶ χάριν ὑπὲρ τούτων ὁμολογήσαντες, ἀντιβολοῦσι τὸν Θεὸν, τὸν δοθέντα αὐτοῖς ἐπὶ πλεῖστον διαφυλάξαι βασιλέα. Τηνικαῦτα δὲ αὐτῶν ἐβασίλευε Ζοροβάβελ· ἀλλ' οὐχ ἁρμόττει αὐτῷ πάντα τὰ τῆς προφητείας ῥητά. Τὸ μὲν γὰρ, «Ἡμέρας ἐφ' ἡμέρας τοῦ βασιλέως προσθήσεις,» ἁρμόττει κἀκείνῳ· τὰ δὲ λοιπὰ, οὐκ ἔτι· ἀλλὰ τῷ ἐξ ἐκείνου κατὰ σάρκα διὰ πολλὴν φιλανθρωπίαν γενομένῳ, ὡς οἶδεν αὐτός. Ἐπ' ἐκείνου γὰρ ἀληθεύει τῆς προφητείας τὰ ῥήματα· «Τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς· διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ.» [Οὐδὲ γὰρ ἀρχὴν ἡμερῶν ἐδέξατο, οὐδὲ τέλος ὑπομενεῖ. Εἰ γὰρ καὶ ἄνθρωπος γενόμενος ὑπὲρ ἡμῶν κατεδέξατο θάνατον, ἀλλὰ τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς. Ἐν ἀρχῇ γὰρ ἦν, καὶ πρὸς τὸν Θεὸν ἦν, καὶ Θεὸς ἦν. Τὸ δὲ ἐνώπιον τοῦ Θεοῦ, ἀντὶ τοῦ, σὺν Πατρὶ ἀεὶ συνυπάρχων.] Πρὸς ἐκεῖνον γὰρ ὁ αὐτὸς προφήτης ἐν τῷ ἑκατοστῷ καὶ πρώτῳ ψαλμῷ ἔφη· «Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.» [Ὁρᾷς, ὅτι ὡς συνυπάρχων ἔχει καὶ ἀτελεύτητον τὴν βασιλείαν ὁ ὑπὲρ ἡμῶν σταυρὸν καὶ θάνατον καταδεξάμενος.] Τύπος μέντοι καὶ Ζοροβάβελ τοῦ Δεσπότου Χριστοῦ. Ὥσπερ γὰρ ἐκεῖνος τὴν ἀπὸ Βαβυλῶνος αἰχμαλωσίαν εἰς τὴν πατρῴαν ἐπανήγαγε γῆν· οὕτως ὁ Δεσπότης Χριστὸς ἅπασαν τῶν ἀνθρώπων φύσιν γεγενημένην αἰχμάλωτον [διὰ τῆς παραβάσεως τοῦ πρώτου ἀνθρώπου] εἰς τὴν προτέραν εὐγένειαν ἐπανήγαγε [καταργήσας γὰρ ἐπὶ τοῦ σταυροῦ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον], καὶ καταλύσας τοῦ θανάτου τὸ κράτος, τοῖς ὑπ' ἐκείνῳ τελοῦσι τὴν ζωὴν ἀπέδωκεν. [Αὐτοῦ γάρ ἐστι φωνή· «Ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀνάστασις· καὶ ὁ τρώγων με ζήσεται ἐν ἐμοί.»] «Ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει;» Τίς γὰρ, φησὶν, ἱκανὸς τὸν κεκριμένον καὶ δίκαιον τοῦ Θεοῦ ἔλεον καταμαθεῖν ἀκριβῶς; τὰ γὰρ κρίματα αὐτοῦ ἄβυσσος πολλή. θʹ. «Οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τοὺς αἰῶνας, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.» Ἀεί σε γὰρ ὑμνήσω· καθ' ἑκάστην τὰς σὰς διηγήσομαι χάριτας· καὶ τὰς ὑποσχέσεις οὐ ψεύσομαι· εὐχὰς γὰρ τὰς ὑποσχέσεις καλεῖ.