Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1329
Not analysed yet
ΕΡΜΗΝ. ΤΟΥ ΞΑʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθοὺμ, ψαλμὸς τῷ Δαβίδ.» Ὁ δὲ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ἐπινίκιος διὰ Ἰδιθοὺμ, ᾠδὴ εἰς Δαβίδ. Δηλοῖ τοίνυν, ὡς τοῦ μακαρίου μὲν Δαβὶδ ὁ ψαλμὸς, ᾔδετο δὲ ὑπὸ τοῦ Ἰδιθούμ. Ὡς γὰρ χοροῦ προστατῶν ἐν τῷ θείῳ ναῷ ὕμνει τὸν τῶν ὅλων Θεὸν, ᾗ φησι τῶν Παραλειπομένων ἡ βίβλος. Προθεσπίζει δὲ ὁ ψαλμὸς τὰς Μακεδονικὰς ἐπαναστάσεις, καὶ τὰς Ἀντιόχου τοῦ Ἐπιφανοῦς κατὰ τῶν Μακκαβαίων ἐπιβουλάς· καὶ διδάσκει τοὺς εὐσεβείας ἀθλητὰς, ὁποίοις προσήκει χρήσασθαι λογισμοῖς ἐν τῷ τῶν ἐναντίων καιρῷ. βʹ. «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου;» Τὸν θεῖον παραβαίνειν καταναγκαζόμενοι νόμον, καὶ θύειν μὲν εἰδώλοις, ὑείων δὲ μεταλαμβάνειν κρεῶν, τὸν οἰκεῖον εἰς εὐσέβειαν διεγείρουσι λογισμὸν, καὶ πρὸς τὸν ὑπὲρ τῆς εὐσεβείας παραθήγουσι ζῆλον. Οὐ προτιμᾷς, φησὶν, ἁπάντων, ὦ ψυχὴ, τοῦ Θεοῦ τὴν δουλείαν; Εἶτα τὸ ἐντεῦθεν διδάσκουσι κέρδος. «Παρ' αὐτῷ γὰρ τὸ σωτήριόν μου. [γʹ.] Καὶ γὰρ αὐτὸς Θεός μου, καὶ σωτήρ μου· ἀντιλήπτωρ μου, οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.» Αὕτη σοι, ὦ ψυχὴ, ἡ δουλεία παρέχει τὴν σωτηρίαν. Αὐτὸς γάρ ἐστι Θεὸς καὶ τῶν ἀγαθῶν χορηγὸς, καὶ τοὺς κλονουμένους ἐρεῖσαι δυνάμενος. Τὴν αὐτοῦ τοίνυν ἐπικουρίαν καλέσας, τῶν καταβαλεῖν πειρωμένων ἀπαλλαγήσομαι. Οὕτω τοὺς οἰκείους εἰς εὐσέβειαν πυρεύσαντες λογισμοὺς, μεταφέρουσι πρὸς τοὺς ἐναντίους τὴν γλῶτταν. δʹ. «Ἕως πότε ἐπιτίθεσθε ἐπ' ἄνθρωπον; φονεύετε πάντες ὑμεῖς, ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ;» Μεθυπέρβατος δὲ ἡ τοῦ στίχου διάνοια. Ἔστι δὲ αὕτη· Μέχρι τίνος ὠμότητι καθ' ἡμῶν κέχρησθε, τὸ κοινὸν τῆς φύσεως οὐ σκοπούμενοι, ἀλλὰ καθάπερ τοῖχόν τινα κεκλιμένον, καὶ φραγμὸν ὑπ' ἀνέμου πεσεῖν κινδυνεύοντα, ὦσαι καὶ καταβαλεῖν ἐπείγεσθε, μιαιφόνον ἔχοντες γνώμην; Ἀντὶ τοῦ, Μὴ σφόδρα ἡμῶν, ὡς ἀσθενῶν, κατεπαίρεσθε. Ἔχομεν γὰρ ἐπίκουρον τὸν τῶν ὅλων Θεόν. εʹ. «Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπ-