Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1332
Not analysed yet
ώσασθαι.» Ἕνα, φησι, σκοπὸν ἔχουσι, τῆς τοῦ Θεοῦ με γυμνῶσαι προνοίας, ἀφ' ἧς πᾶσαν ἔχω τιμήν τε καὶ εὔκλειαν. Τιμὴ γὰρ τῶν εὐσεβῶν, τὸ δουλεύειν Θεῷ· διόπερ καὶ ὁ θεσπέσιος Παῦλος πανταχοῦ δοῦλον ἑαυτὸν ὀνομάζει Χριστοῦ. «Ἔδραμον ἐν δίψῃ.» Οὐ πάρεργον δὲ ταύτην ἔχουσι τὴν ἐπιβουλήν· ἀλλὰ σὺν πάσῃ προθυμίᾳ τοῦτο ποιοῦσιν, εἰς τὸν τῆς ἀσεβείας με βόθρον καταβαλεῖν διψῶντες. Ποίαις δὲ κέχρηνται μηχαναῖς, λέγει· «Τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ καρδίᾳ αὐτῶν κατηρῶντο» Κωτίλοις μὲν κέχρηνται λόγοις, φενακῖσαι πειρώμενοι· ἀλλ' ὄλεθρον ἔνδον ἔχουσι κεκρυμμένον. Οὕτως τὰς ἐκείνων δείξαντες ἐπιβουλὰς, πάλιν ἑαυτοῖς ἐγκελεύονται καρτερεῖν, καὶ τὴν θείαν ἀναμένειν ῥοπήν. ϛʹ. «Πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου· ὅτι παρ' αὐτοῦ ἡ ὑπομονή μου.» Μὴ καταλίπῃς, ὦ ψυχὴ, τοῦ Θεοῦ τὴν δουλείαν, ἀλλὰ τῇ παρ' αὐτοῦ χορηγουμένῃ ῥωσθεῖσα ῥοπῇ, φέρε τὰς τῶν δεινῶν προσβολάς. ζʹ. «Ὅτι αὐτὸς Θεός μου, καὶ σωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μὴ μεταναστεύσω.» Αὐτὸν γὰρ εἰδὼς καὶ ἀληθινὸν Θεὸν, καὶ σωτηρίας πηγὴν, οὐκ ἀνέξομαι τὴν δουλείαν ἀμεῖψαι, καὶ πρὸς ἑτέραν δεσποτείαν ἀναδραμεῖν. Τὸ γὰρ, μεταναστεύσω, ἀντὶ τοῦ μεταθήσομαι τέθεικεν. Οὐ γενήσομαι, φησὶ, μετανάστης, καὶ δοῦλος τῆς ἀσεβείας. ηʹ. «Ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν μου, καὶ ἡ δόξα μου· ὁ Θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ Θεῷ.» [Ἰδοὺ πάλιν ὁ προφητικὸς νοῦς τῆς ἀδιαιρέτου καὶ φωτοφόρου καὶ ἀεὶ οὔσης Τριάδος σαφέστερον ἡμῖν ὑπέδειξε τὰς ὑποστάσεις· οὐ τρεῖς θεοὺς λέγων, ἄπαγε· τὸ γὰρ Θεὸς, ὡς πολλάκις ἡμῖν εἴρηται, καὶ τὸ Κύριος καὶ Βασιλεὺς καὶ Δημιουργὸς καὶ Παντοκράτωρ ἐπὶ τῶν ὑποστάσεων κεῖται. Διὸ δὴ] τοῖς αὐτοῖς πολλάκις κέχρηνται λόγοις, Θεὸν καὶ Σωτῆρα, καὶ δόξαν, καὶ βοηθὸν, τὸν τῶν ὅλων καλοῦντες Θεόν· ἵνα τῆς δυσσεβείας τὰς προσβολὰς ἀποκρούσωνται. Οὗ δὴ χάριν καὶ τοὺς ἄλλους ἅπαντας ὁμοφύλους εἰς τὴν αὐτὴν εὐσέβειαν διεγείρουσιν, οὐκ ἀνεχόμενοι μόνοι νικηφόροι καλεῖσθαι. θʹ. «Ἐλπίσατε ἐπ' αὐτὸν, πᾶσα συναγωγὴ λαῶν, ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν,