Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1333
Not analysed yet
ὅτι ὁ Θεὸς βοηθὸς ἡμῶν.» Πάντων, ὦ ὁμόφυλοι, τῶν ἀνθρώπων καταφρονήσαντες, τὴν εἰς αὐτὸν ἐλπίδα βεβαίαν ἐργάσασθε· καὶ πᾶσαν αὐτῷ ἀνάθεσθε τὴν διάνοιαν, ἀναμφιβόλως τὴν παρ' αὐτοῦ βοήθειαν ἀναμένοντες. Τὸ γὰρ, «Ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν,» τοῦτο δηλοῖ, ἀντὶ τοῦ, Πάντας αὐτῷ τοὺς λογισμοὺς ἀφιερώσατε, καὶ μηδεμίαν διχόνοιαν εἰσδέξησθε. [Εὖ μάλα ἐπιστάμενοι, ὡς ἄνθρωπος δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὑτοῦ, καὶ τὸ, δυσὶ κυρίοις οὐδεὶς δύναται δουλεύειν.] ιʹ. «Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων· ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι.» Τοῦτο σαφέστερον ὁ Θεοδοτίων ἡρμήνευσε· «Πλὴν ἀτμὶς υἱοὶ τῶν ἀνθρώπων· ψευδεῖς υἱοὶ ἀνδρὸς, ὡς ῥοπὴ ζυγοῦ.» Οὐδὲν, φησὶ, μόνιμον τῶν ἀνθρωπίνων, ἀλλ' ἀτμῷ ἔοικεν ἀναπεμπομένῳ, καὶ παραυτίκα σκεδαννυμένῳ, καὶ ῥοπῇ ζυγοῦ, ποτὲ μὲν καθιεμένῃ, ποτὲ δὲ ἀνανευούσῃ, καὶ σταθηρὸν οὐδὲν ἐχούσῃ καὶ μόνιμον. Καὶ τῶν Ἑβδομήκοντα τὴν ἑρμηνείαν οὕτω νοητέον· Μάταια μὲν τὰ ἀνθρώπινα πάντα· ἀλλ' ὅμως οἱ πλεῖστοι θαῤῥοῦσιν, ὡς διαρκέσι, τοῖς ῥέουσι· καὶ ἰσότητος ἀμελοῦσιν, ἀνίσως δὲ κατέχουσι τὰ τῆς διανοίας ζυγά· καὶ τοῦ μὲν δικαίου καταφρονοῦσιν, ἀδικίᾳ δὲ χαίρουσιν. «Αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό.» Ἀλλ' ὅμως οὐδὲν ἐντεῦθεν ἀποφέρονται κέρδος· μάταια γὰρ ἅπαντα, καὶ μεταβολὴν ὀξεῖαν δεχόμενα. Οὕτω γὰρ ὁ Σύμμαχος ἡρμήνευσεν· «Αὐτοὶ ματαιοῦνται ὁμοῦ.» Ἐντεῦθεν παραίνεσιν τοῖς ἐναντίοις ἐπὶ πλούτῳ γαυριῶσι προσφέρουσιν. ιαʹ. «Μὴ ἐλπίζετε ἐπ' ἀδικίαν, καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε.» Μὴ ἀξιέραστον, φησὶν, ἡγεῖσθε τὴν ἀνθρωπίνην ἐφημερίαν, ἐξ ἀδικίας συνισταμένην. «Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν.» Ποταμοῦ δὲ δίκην ὁρῶντες τὸν πλοῦτον εἰς τὰς ὑμετέρας φερόμενον οἰκίας, μὴ καταδουλώσητε τούτῳ τὸν ὑμέτερον λογισμόν. Καὶ τί δήποτε ταῦτα συμβουλεύεις καὶ παραινεῖς; ιβʹ, ιγʹ. «Ἅπαξ ἐλάλησεν ὁ Θεός· δύο ταῦτα ἤκουσα, ὅτι τὸ κράτος τοῦ Θεοῦ. Καὶ σοῦ, Κύριε, τὸ ἔλεος· ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Ἤκουσα, φησὶν, ἀποφηναμένου τοῦ Θεοῦ τῶν ὅλων, ὅτι κρίσις ἔσται, καὶ ἀνταπόδοσις ἀγαθῶν καὶ κακῶν. Τὸ δὲ ἅπαξ, οὐκ ἐπ' ἀριθμοῦ τέθεικεν, ἀλλ' ἐπὶ τοῦ πάντως ἐσομένου. Ἀπεφήνατο, φησὶν, ἅπαξ ὁ Θεὸς, καὶ τοῦτο μὴ γενέσθαι τῶν ἀδυνάτων. Δύο δὲ λέγει· τὴν κατὰ τῶν παρανόμων τιμωρίαν, καὶ τὴν τοῖς εὐσεβέσι χορη-