Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1336
Not analysed yet
γουμένην φιλανθρωπίαν. Ταῦτα μέν τοι νομοθετῶν ὁ Θεὸς ἐπηγγείλατο. «Ἐγὼ γάρ εἰμι, φησὶ, Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτὴς, ἀποδιδοὺς ἁμαρτίαν πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με· καὶ ποιῶν ἔλεος εἰς χιλιάδας καὶ μυριάδας τοῖς ἀγαπῶσί με, καὶ φυλάσσουσι τὰ προστάγματά μου. [Ταὐτὰ δὲ τούτοις καὶ ἐν Εὐαγγελίοις ἀκούομεν, πῶς ὁ Κύριος τῆς δόξης ἐν τῇ δευτέρᾳ αὑτοῦ ἐξ οὐρανῶν παρουσίᾳ ἀφοριεῖ ὥσπερ ὁ ποιμὴν, καὶ τὰ πρόβατα μὲν στήσει ἐκ δεξιῶν, τοὺς δὲ ἐρίφους ἐξ εὐωνύμων. Τότε ἐρεῖ τοῖς ἐκ δεξιῶν, «Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου·» εἶτα τοῖς ἐξ εὐωνύμων· «Ὑπάγετε εἰς τὸ σκότος τὸ ἐξώτερον ὅπου ὁ βρυγμὸς καὶ ὁ ὀλολυγμὸς τῶν ὀδόντων.» Διὰ δὴ τὴν ἀπόφασιν ταύτην σπουδασάτω ἕκαστος διὰ βίου καθαρότητος καὶ τῆς μόνης ἀληθοῦς πίστεως, καὶ διὰ τὴν πρὸς τὸν πέλας ἀγάπησιν ἀπολαβεῖν ἐκεῖνα, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.] ΕΡΜΗΝ. ΤΟΥ ΞΒʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβὶδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας.» Φυγὼν τὸν Σαοὺλ ὁ θεῖος Δαβὶδ, ἦλθε πρὸς τὸν Ἀβιμέλεχ κἀκεῖθεν πρὸς τὸν Ἀγχοῦς, ὃς τῆς Γὲθ ἐβασίλευεν. Εἶτα πάλιν κινδύνῳ περιπεσὼν, καὶ τοῦτον διαφυγὼν, καταλαμβάνει τὴν ἔρημον. Ἐν ᾗ τόνδε συνέγραψε τὸν ψαλμόν· καὶ ὃν εἶχε περὶ τὸν Θεὸν ἐκκαλύπτων ἔρωτα, καὶ τοῦ Σαοὺλ προαγορεύων τὸν ὄλεθρον. [Καὶ πᾶσι δὲ ἀνθρώποις δέδωκε ἀφορμὴν, δι' ὧν ὀφείλουσιν ἐκλιπαρεῖν τὸν Θεὸν καὶ τὴν παρ' αὐτοῦ ἀναμένειν βοήθειαν.] βʹ. «Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σε ἡ ψυχή μου.» Ἐξελαύνει, φησὶ, καὶ τὸν ὕπνον ὁ περὶ σὲ, Δέσποτα, πόθος, καὶ εἰς τὴν σήν με διεγείρει προσκύνησιν. «Ποσαπλῶς σοι ἡ σάρξ μου.» Ὁ Θεοδοτίων, ποσαχῶς ἐξέδωκεν· ὁ δὲ Ἀκύλας, ἐπετάθη· ὁ δὲ Σύμμαχος, ἱμείρεται. Πάσας δὲ τέθεικα τὰς ἑρμηνείας, διδάσκων ὡς οὐ δύο μέρη ἐστὶ τὸ ποσαπλῶς· διαιρουμένου τοῦ πῶς ἀπὸ τοῦ ἁπλῶς· ἀλλ' ὅτι ἕν ἐστι μέρος λόγου, τὴν ἐπίτασιν τοῦ πόθου σημαῖνον. Συμφωνεῖ γὰρ, φησὶ, τῷ ἔρωτι τῆς ψυχῆς καὶ ἡ σὰρξ, καὶ τοῖς ἐκείνης οὐκ